1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

6

εἶναι ἐνόμιζεν. Ἐγὼ γάρ εἰμι, φησὶν, ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖ σθαι ἀπόστολος· οὐ μόνον δὲ τῶν ἀποστόλων, ἀλλὰ καὶ τῶν ἁγίων ἁπλῶς ἁπάντων. Ἐμοὶ γὰρ, φησὶ, τῷ ἐλαχίστῳ πάντων τῶν ἁγίων ἐδόθη ἡ χάρις αὕτη. ηʹ. Εἶδες συντετριμμένην ψυχήν; εἶδες πῶς ἑαυτὸν κατώτερον πάντων ἵστησι τῶν ἁγίων, οὐχὶ τῶν ἀπο στόλων μόνον; Ὁ δὲ οὕτω περὶ πάντας διακείμενος, ᾔδει καὶ πόσης τὸν Πέτρον προεδρίας ἀπολαύειν ἐχρῆν, καὶ ᾐδεῖτο μάλιστα πάντων ἀνθρώπων τοῦτον, καὶ ὡς ἄξιος ἦν, οὕτω περὶ αὐτὸν διέκειτο. Καὶ τοῦτο ἐκεῖθεν δῆλον. Ἡ οἰκουμένη πᾶσα πρὸς αὐτὸν ἔβλε πεν, αἱ φροντίδες τῶν πανταχοῦ τῆς γῆς Ἐκκλησιῶν τῆς ἐκείνου ψυχῆς ἦσαν ἐξηρτημέναι, μυρία ἐμερί μνα καθ' ἑκάστην ἡμέραν πράγματα, πάντοθεν αὐτὸν ἐκύκλουν κηδεμονίαι, προστασίαι, διορθώσεις, συμ βουλαὶ, παραινέσεις, διδασκαλίαι, μυρίων οἰκονομίαι πραγμάτων· καὶ πάντα ἐκεῖνα ἀφεὶς, ἀπῆλθεν εἰς Ἱεροσόλυμα, καὶ πρόφασις τῆς ὁδοῦ οὐδεμία ἑτέρα ἦν, ἀλλ' ἢ τὸ Πέτρον ἰδεῖν, καθὼς αὐτός φησιν· Ἀν έβην εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον· οὕτως αὐτὸν ἐτίμα, καὶ πρὸ πάντων ἦγε. Τί οὖν; ἰδὼν αὐ τὸν εὐθέως ἀνεχώρησεν; Οὐδαμῶς· ἀλλ' ἐπέμεινε πρὸς αὐτὸν ἡμέρας δεκαπέντε. Εἴ τινα οὖν στρατη λάτην ἴδοις, εἰπέ μοι, γενναῖον καὶ θαυμαστὸν, τοῦ πολέμου συγκεκροτημένου, τῆς παρατάξεως συνεστώ σης, τῆς μάχης ζεούσης, μυρίων αὐτὸν πάντοθεν καλούντων πραγμάτων, ἀφέντα τὴν παράταξιν, καὶ πρὸς ἐπίσκεψίν τινος ἀπελθόντα φίλου, ἆρα ἑτέραν μείζονα ταύτης ζητεῖς ἀπόδειξιν, εἰπέ μοι, τῆς πρὸς τὸν ἄνθρωπον ἐκεῖνον εὐνοίας; Οὐκ ἔγωγε οἶμαι. Τοῦτο τοίνυν καὶ ἐπὶ Παύλου καὶ Πέτρου λογίζου. Καὶ γὰρ καὶ ἐνταῦθα πόλεμος συνειστήκει χαλεπὸς, καὶ παράταξις ἦν, καὶ μάχη, οὐ πρὸς ἀνθρώπους μόνον, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, καὶ μάχη περὶ τῆς τῶν ἀνθρώπων σωτηρίας· ἀλλ' 51.379 ὅμως οὕτως ᾐδεῖτο τὸν Πέτρον, ὥστε καὶ τοσαύτης ἀνάγκης ἐπικειμένης καὶ κατεπειγούσης, ἐκδραμεῖν δι' ἐκεῖνον εἰς Ἱεροσόλυμα, καὶ μεῖναι πρὸς αὐτὸν ἡμέρας δεκαπέντε, καὶ τότε ἐπανελθεῖν. Ἔγνωτε τὴν ἀνδρείαν τοῦ Πέτρου, ἐμάθετε τὴν φιλοφροσύνην Παύλου, τὴν περὶ τοὺς ἀποστόλους πάντας, τὴν περὶ αὐτὸν τὸν Πέτρον· ἀνάγκη λοιπὸν ἐπὶ τὴν λύσιν ἐλ θεῖν τοῦ ζητήματος. Εἰ γὰρ καὶ οὗτος ἐφίλει τὸν Πέτρον, κἀκεῖνος δειλὸς οὐκ ἦν καὶ ἄνανδρος, καὶ ἡ φιλονεικία καὶ ἡ ἀντίστασις οὐκ ἀπὸ ψυχῆς ἐγένετο, τί ποτέ ἐστι τὸ λεγόμενον; καὶ τίνος ἕνεκεν ταῦτα ᾠκονομεῖτο; θʹ. Ἐνταῦθα προσέχετε, καὶ διανάστητέ μοι, καὶ συν τείνατε ἑαυτοὺς, ὥστε δέξασθαι σαφῆ τὴν ἀπολογίαν. Καὶ γὰρ ἄτοπον ἐμὲ μὲν τὸν διασκάπτοντα τοσοῦτον πόνον ὑπομένειν, ὑμᾶς δὲ τοὺς ἐξ εὐκολίας μέλλοντας τὸ χρυσίον ὁρᾷν, τῇ ῥᾳθυμίᾳ τὸ κέρδος τοῦτο παρα δραμεῖν. Ἀνάγκη δὲ μικρὸν ἀνωτέρω τὸν λόγον ἀγα γεῖν, ὥστε σαφεστέραν ὑμῖν ποιῆσαι τὴν διδασκαλίαν. Ἐπειδὴ γὰρ ἀνῆλθεν εἰς τοὺς οὐρανοὺς ὁ Ἰησοῦς, τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν πληρώσας, τὸν λόγον τῆς διδασκαλίας κατέλιπε τοῖς ἑαυτοῦ ἀποστόλοις, καθὼς Παῦλός φησι· Θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς κατ αλλαγῆς· καὶ πάλιν· Ὑπὲρ Χριστοῦ πρεσβεύο μεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν, τουτ έστιν, ἀντὶ Χριστοῦ. Τότε τοίνυν, ἡνίκα ἐκήρυττον οὗτοι κατὰ τὴν οἰκουμένην ἅπασαν, αἵρεσις οὐδεμία ἦν· πᾶσα δὲ ἡ φύσις τῶν ἀνθρώπων δύο ταῦτα δό γματα εἶχε, τὸ μὲν ὑγιὲς, τὸ δὲ διεφθαρμένον. Ἢ γὰρ Ἕλληνες, ἢ Ἰουδαῖοι, οἱ τὴν γῆν οἰκοῦντες ἅπαντες ἦσαν· οὔτε δὲ Μανιχαῖος, οὔτε Μαρκίων, οὔτε δὲ Οὐαλεντῖνος, οὐκ ἄλλος οὐδεὶς ἁπλῶς· τί γὰρ δεῖ πά σας καταλέγειν τὰς αἱρέσεις; καὶ γὰρ μετὰ τὸν σῖτον τότε τὰ ζιζάνια ἐσπάρη, ἡ παντοδαπὴ τῶν αἱρέσεων διαφθορά. Τοὺς μὲν οὖν Ἰουδαίους