6
τὴν μελῳδήσασαν· Ἀγαλλιάσθω ἡ ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον, καὶ ὑλοχαρήσει καὶ εὐωδιάσει τὰ ἔρημα τοῦ Ἰορδάνου. Τούτων οὕτω πραττομένων καλῶς, λοιπὸν καὶ ἡ θάλασσα αὐτὴ ἐπεθύμησε τῆς εὐωδίας ἀπολαύειν, καὶ ἤρξατο δημοσιεύειν ἑαυτὴν, καὶ τῇ γῇ λέγουσα ἀντέβαλεν· Καί μοι λοιπὸν τὸν Κύριον παραχώρησον· μὴ γὰρ μόνον σός ἐστιν ὁ ∆εσπότης, ὅτι ὅλης αὐτοῦ παρεδέξω τῆς θεότητος τὴν χάριν· παρακάλεσον αὐτὸν ἐλθεῖν πρός με, μήποτε ἐγὼ ἐρχομένη πρὸς αὐτὸν, ὅλον σου ἐξαφανίσω τὸ πρόσωπον. Εἰ μὴ γὰρ ἐπέγνων αὐτὸν, καὶ ἐδεδοίκειν τὸν ἐμὲ σφραγίσαντα καὶ πεδήσαντα ἀλύτοις δεσμοῖς, πάλαι ἂν ἐλθοῦσα ἔκαμψά σου τὰ πέρατα. Ἢ οὐκ ἔγνως, ὅτι προτιμοτέρα καὶ προγενεστέρα σου κεχώρηκα; πρὸ τοῦ γάρ σε φανῆναι, ἐγὼ ἐν ταῖς ἀβύσσοις ἐχόρευον. Ἀπόδος μοι τὸν ∆εσπότην τὸν ἴδιον, καθὼς ὁ προφήτης εἶπεν· Ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν· καὶ τότε ἐπήγαγε· Καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν. Σὺ οὖν ὕστερον ἐπλάσθης. Ἐξηραμμένη, μήτηρ κονιορτοῦ, ἀκόρεστε, καὶ τάφε νεκρῶν, αἱμάτων, δολίων καὶ ἁμαρτημάτων οἶκος, τί τυραννεῖς τὴν πρεσβύτιδά σου, καὶ μόνη κατέχεις τὸν Κύριον; Ἀπόδος μοι λοιπὸν αὐτὸν, ἵνα πληρωθῇ τὸ εἰρημένον, Ἐν τῇ θαλάσσῃ αἱ ὁδοί σου· ἀπόδος μοι τὸν ἴδιον πλαστουργὸν, ἵνα καὶ τοὺς ἐμοὺς κόλπους πληρώσῃ ἐν χάριτι. Καὶ οὕτω συνεχομένη παρὰ τῆς θαλάσσης ἡ γῆ τῷ αὐτοῦ νεύματι, κοσμοφυσῶσα ἐπόμπευε λέγουσα· Μὴ γάρ σου χείρων ὑπάρχω, ἐρεομένη, καὶ κεχαυνωμένη, καὶ ἀστατοῦσα, καὶ συρίζουσα, ἐπικρορύητε καὶ χολέρας, πόας ἡνίοχε, καὶ ἀχρησίμευτε βίου, ἁλμυρονάματε καὶ δυσοδόχυτε, πορείαις ἀνεπίβατε, καταιγίδος σύμφυλε, τετραχυμμένη τοῖς λαίλαψιν· εἰ οἶσθα, ὡς σὺ ἔφης προτιμοτέρα εἶναι, ἐν σοὶ πρῶτον ἂν ἐσκήνωσεν ὁ ∆εσπότης· νῦν δὲ τούτου φαίνεταί μου τὸ ἀξίωμα, ὅτι σου ὑπάρχω ὑπερέχουσα, ἐξότι ἐν ἐμοὶ πρῶτον τὰς ἀκτῖνας ἀπέλυσε τῆς θεότητος.
Τοσοῦτόν σου προτιμοτέρα καθέστηκα, ὅσον ἐγὼ μήτηρ ἀνθρώπων, καὶ σὺ ἑρπετῶν· ἐγὼ τῆς ἁγίας Παρθένου μήτηρ εἰμὶ, ἥτις τὸν ∆εσπότην ἐξήνθησε· σὺ δὲ τοῦ πονηροῦ δράκοντος, ὅστις ἐμπαίζει τὰ ζῶά σου· ἐγώ εἰμι μήτηρ προφητῶν καὶ ἀποστόλων καὶ ἁγίων ἀνδρῶν· σὺ δὲ ἀγρίων καὶ πονηρῶν μήτηρ ἑρπετῶν, καὶ δυσπλοούντων φθορά· ἐγὼ παράδεισος καὶ ἐπικάρπιος ἔχουσα ἄνθη καὶ ἀρώματα, σὺ δὲ ἀνέμους καὶ λιμένας καὶ ἀταξίας. Εἰ ἦν ἐν ἐμοὶ τοῦ κατέχειν τὸν Κύριον, οὐκ ἂν παραγενέσθαι αὐτὸν πρὸς σὲ παρεχώρησα. Ὡς δὲ, τῶν τηνικαῦτα ἀντιπραττόντων τῶν στοιχείων τοῖς νεύμασιν, ὁ πάντα πληρῶν, καὶ πάντα οἰκονομῶν Κύριος πρὸς αὐτὴν τὴν θάλασσαν παραγίνεται, τοῖς ἁγίοις ἴχνεσι δοξάσαι καὶ τιμῆσαι τῶν ὑδάτων τὴν ἤπειρον βουλόμενος, λοιπὸν ἡ θάλασσα τοὺς κόλπους ἁπλώσασα μετὰ πολλῆς χαρᾶς τὸν Κύριον ὑπεδέξατο λέγουσα· ∆εῦτε, πάντα τὰ ζῶα τὰ μικρὰ μετὰ τῶν μεγάλων, συνέλθετε τὰ ἐν τοῖς βάθεσιν, ἐπαναπλεύσατε τὸν ἐξ ἀρχῆς ὑμᾶς ἐνθρονιάσαντα, καὶ τὸ ζῇν ὑμῖν χαρισάμενον· πάντα τὰ ἐναντία τοῦ χειμῶνος φιμώθητε πνεύματα, καὶ τοῦ παρόντος φρίξατε τὴν θεότητα· πᾶσαι αἱ καταιγίδες, λαίλαπες, ἡσυχάσατε τῆς δυναστείας τὸ μέγεθος· πάντες οἱ ἄνεμοι καὶ χειμῶνες συστάλητε, καὶ πάντα τὰ κύματα ἠρεμήσατε καὶ γαληνιάσατε, καὶ τὸν Κύριον τῆς ζωῆς καὶ τοῦ θανάτου μετὰ χαρᾶς ὑποδέξασθε.
Τίς ἀναγγελεῖ μοι σήμερον, ὅτι πελαγοβάτην ἔχω ἐπιβάτην τὸν Κύριον; Μεγαλυνθείην ἀπὸ τῆς σήμερον, ὅτι Χερουβικὴ ἐγενόμην καθέδρα, καὶ Σεραφικὰς στιβάδας ἀνέλαβον· ὅτι τὸν ἐκεῖ καθεζόμενον ὧδε ἔχω βαδίζοντα· τὸν ἐπὶ πτερύγων ἀνέμων ἱπτάμενον, ἐν ταῖς νήσοις ἔχω στελλό 61.695 μενον· τὸν ἐπάνω τοσούτων ὑψηλῶν καὶ μετεώρων στερεωμάτων ὑψούμενον, ἐπὶ τῆς ἐμῆς ἀγλαϊστοῦ χώρας τοῦτον ἔχω πεζεύοντα. Νῦν οὐκ ἔτι προσαγορεύομαι θάλασσα, ἀλλὰ κολυμβήθρα οὐράνιος· νῦν ἐγενόμην λύχνος, σφόδρα ἀστράπτουσα, οὐράνιος· νῦν ἐγενόμην πηγὴ ἰάματα βρύουσα· νῦν ἐγενόμην ἥλιος, ἀκτῖνας αὐγάζουσα· νῦν ἐγενόμην