6
ὁ Ἀβραὰμπλούσιος ἦν. Εἶδες αὐτοῦ τὸν πλοῦτον; Βλέπε αὐτοῦ καὶ τὴν φιλοξενίαν. Εἶδες αὐτοῦ τὴν τράπεζαν; Βλέπε αὐτοῦ καὶ τὴν φιλοφροσύνην. Τί οὖν ὁ Ἀβραάμ; Πλούσιος ἦν. Μὴ ἐφιλονείκησά σοι; Πλούσιος ἦν ὁ Ἀβραάμ; Ναὶ, πλούσιος ἦν. Εἶδες αὐτοῦ τὸν πλοῦτον; Βλέπε αὐτοῦ καὶ τὴν διαγωγήν. Κατὰ δὲ τὸ μεσημβρινὸν ὤφθη αὐτῷ ὁ Κύριος πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ καθημένῳ· καὶ ἰδοὺ τρεῖς ἄνδρες. Καὶ ἀναστὰς (οὐ γὰρ ἐνόμιζεν, ὅτι Θεὸς ἦν ὁ παρών· πῶς γάρ;) προσεκύνησε, καὶ λέγει· Εἰ κεκρίκατέ με ἄξιον, ἵνα εἰσέλθητε εἰς τὴν σκηνὴν τῶν δοκῶν μου. Εἶδες τί ἐποίει ἐν μεσημβρίᾳ ὁ γέρων; Οὐχ ὑπὸ στέγην καθήμενος, ἀλλὰ ξένους καὶ ὁδοιπόρους οὐδαμόθεν γνωρίμους ἐπισπώμενος, καὶ ἀναστὰς προσεκύνησεν ὁ πλούσιος καὶ εὐγενής. Ὁ χρήματα περιελόμενος καταλιπὼν οἰκίαν, γυναῖκα, παῖδας, οἰκέτας, καίτοι τριακοσίους δέκα καὶ ὀκτὼ ἔχων, καταλιπὼν ἅπαντας, ἐξῆλθεν ἁλιεῦσαι, σαγήνην ἥπλωσε φιλοξενίας, μήπου ὁδοιπόρος, μήπου ξένος, καὶ παραδράμῃ τὴν οἰκίαν. Βλέπε τί ποιεῖ ὁ γέρων. Οὐκ ἐπιτρέπει οἰκέτῃ, καίτοι 55.506 τριακοσίους δέκα καὶ ὀκτὼ ἔχων· ᾔδει γὰρ ὅτι ῥᾴθυμόν ἐστι τὸ γένος τῶν οἰκετῶν· μήπου ἀπονυστάξῃ ὁ οἰκέτης, καὶ παραδράμῃ ὁ ξένος, καὶ ἀπολέσῃ τὴν ἄγραν. Ἴδε ὁ Ἀβραὰμ, ἴδε ὁ πλούσιος. Καταξιοῖς σὺ κἂν ἰδεῖν πένητα; κἂν ἀποκριθῆναι; κἂν διαλεχθῆναι; Ἀλλὰ κἄν ποτε δῷς, διὰ δούλου. Ἀλλ' οὐκ ἦν ὁ δίκαιος οὕτως· ἀλλὰ ἐκάθητο θερμὴν τὴν ἀκτῖνα δεχόμενος, δρόσον ἐν καύματι σταζόμενος· σκιὰ ἦν αὐτῷ ἡ ἐπιθυμία τῆς φιλοξενίας· ἐκάθητο τρυγῶν τὸν καρπὸν τῆς φιλοξενίας, καὶ τοῦτο πλούσιος. Παράβαλλέ μοι τοὺς πλουσίους τοὺς νῦν. Ἐν μεσημβρίᾳ ποῦ κάθηνται; Ἐν τῷ ᾅδῃ. Ποῦ κάθηνται; Ἐν τῷ θανάτῳ τῆς μέθης. Ποῦ κάθηνται; Ἐπὶ τῆς δημοσίας, ἐῤῥιμμένοι, μεθύοντες, πεπωρωμένοι τὴν καρδίαν, ἀλόγων ἀλογώτεροι. Ἀλλ' οὐχ ὁ δίκαιος οὕτω. εʹ. Θέλεις μιμήσασθαι τὸν Ἀβραάμ; Μίμησαι οὕτως, οὐ κωλύω, ἀλλὰ καὶ συμβουλεύω· καίτοι μείζονα τοῦ Ἀβραὰμ ἀπαιτούμεθα. Ἐὰν γὰρ, φησὶ, μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐκ εἰσελεύσεσθε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Τέως δὲ σὺ κἂν τὸν Ἀβραὰμ φθάσον. Καὶ τί εἶχεν ὁ Ἀβραάμ; Φιλόξενος ἦν, καὶ ἀνέστη, καὶ προσεκύνησεν, οὐδὲ εἰδὼς τίνες ἦσαν οἱ παριόντες. Εἰ γὰρ ᾔδει, οὐδὲν θαυμαστὸν ἐποίει, ὅτι Θεὸν ἐθεράπευσεν· ἀλλ' ἡ ἄγνοια τῶν παραγενομένων μείζονα αὐτοῦ δείκνυσι τῆς φιλοξενίας τὴν προθυμίαν. Καὶ ἐκάθητο καὶ ὑπεδέχετο. Καὶ πῶς; ∆αψιλῶς· μόσχον ἔθυσε, καὶ καλεῖ καὶ τὴν Σάῤῥαν, καὶ κοινωνὸν ποιεῖ τῆς φιλοξενίας τὴν γυναῖκα, καὶ οὐκ ἐν θαλάμῳ κρυπτομένην, ἀλλ' ὑπὸ τὴν δρῦν ἑστηκυῖαν. Ἡ γὰρ τράπεζα ἐκείνη λοιπὸν διήνοιξεν αὐτῆς τὴν μήτραν, καὶ τὴν πήρωσιν τῆς φύσεως διώρθωσεν. Ἔθυσε μόσχον, καὶ ἔλαβε τὸν Ἰσαάκ· ἐφύρασεν ἄλευρα, καὶ ἔλαβε τὸ σπέρμα αὐτῆς, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ψάμμον τῆς θαλάσσης. Ἀλλὰ πάντως ἐρεῖς· ∆ὸς καὶ ἐμοὶ τὸν καρπὸν τοσούτων γνησίων υἱῶν. Ἄθλιε, καὶ ταλαίπωρε, καὶ εὐτελέστατε, τὰ ἐν τῇ γῇ ζητεῖς; Τὸν οὐρανόν σοι δίδωμι, τὴν μετ' ἀγγέλων χορείαν, τὴν δι' αἰῶνος ἀπόλαυσιν, καὶ θάνατον φθαρτὸν ζητεῖς; Ζωήν σοι δίδωμι τέλος οὐκ ἔχουσαν. Μείζων ἡ ἀμοιβὴ, πλείων ἡ ἀντίδοσις. Πρόσεχε μετ' ἀκριβείας ὃ λέγω, ἵνα ἴδῃς ἀντιστροφὴν πραγμάτων. Ὅτε γὰρ ἔδει φιλοξενίαν ἐπιδείξασθαι, ὁ Ἀβραὰμ τί λέγει τῇ γυναικὶ αὐτοῦ Σάῤῥᾳ; Σπεῦσον, καὶ φύρασον τρία μέτρα σεμιδάλεως. Ἀκουέτωσαν γυναῖκες τῶν λεγομένων. Σπεῦσον, καὶ φύρασον τρία μέτρα σεμιδάλεως. Κοινὸν γὰρ ἡμῖν τὸ θέατρον, καὶ ἑκατέρᾳ τῇ φύσει τὸ διδασκαλεῖον πρόκειται. Ἀκουέτωσαν γυναῖκες τῶν λεγομένων· ἀκουέτωσαν καὶ ἄνδρες, καὶ μιμείσθωσαν. Σπεῦσον, φησὶ, καὶ φύρασον τρία μέτρα σεμιδάλεως· καὶ αὐτὸς ἔδραμεν ἐπὶ τὴν ἀγέλην τῶν βοῶν. Μερίζονται τὸν πόνον, ἵνα μερίσωνται καὶ τὸν στέφανον. Κοινὰ τὰ τοῦ γάμου· ἔστω κοινὰ καὶ τὰ τῆς ἀρετῆς. Βοηθόν σε ἔλαβον· γενοῦ μοι βοηθὸς