6
ἐστιν ὁ χαλινὸς τῷ ἵππῳ, τοῦτο τὸ ἔργον τῇ φύσει τῇ ἡμετέρᾳ. Εἰ καλὸν ἦν ἡ ἀργία, πάντα ἂν ἄσπαρτα καὶ ἀνήροτα ἡ γῆ ἀνεβλάστανεν· ἀλλ' οὐδὲν τοιοῦτον ἐργάζεται. Πρώην μὲν οὖν ἐκέλευσεν ἀνήροτα πάντα ἐκβαλεῖν ὁ Θεός· νυνὶ δὲ οὐκ ἐποίησεν οὕτως, ἀλλὰ καὶ ζεῦξαι βόας, καὶ ἄροτρον ἑλκύσαι, καὶ αὔλακα ἀνατεμεῖν, καὶ σπέρματα καταβάλλειν, καὶ ἑτέροις πολλοῖς τρόποις θεραπεῦσαι καὶ ἄμπελον καὶ δένδρα καὶ σπέρματα τοῖς ἀνθρώποις ἐνομοθέτησεν, ἵν' ἡ τῆς ἐργασίας ἀσχολία πάσης ἀπάγῃ πονηρίας τὴν τῶν ἐργαζομένων διάνοιαν. Ἐξ ἀρχῆς μὲν οὖν, ἵνα τὴν δύναμιν ἐπιδείξηται τὴν ἑαυτοῦ, χωρὶς τῶν πόνων τῶν ἡμετέρων ἅπαντα ἀναδοθῆναι παρεσκεύασε· Βλαστησάτω γὰρ ἡ γῆ βοτάνην χόρτου, φησί· καὶ πάντα ἐκόμα εὐθέως· μετὰ δὲ ταῦτα οὐχ οὕτως· ἀλλὰ καὶ διὰ τῶν ἡμετέρων αὐτὰ πόνων ἐκφέρεσθαι ἐκέλευσεν ἐκ τῆς γῆς, ἵνα μάθῃς ὅτι διὰ τὸ χρήσιμον ἡμῖν καὶ λυσιτελὲς τὸν πόνον εἰσήγαγε. Καὶ δοκεῖ μὲν εἶναι κόλασις καὶ τιμωρία τὸ ἀκοῦσαι, Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου· τὸ δὲ ἀληθὲς, νουθεσία τίς ἐστι καὶ σωφρονισμὸς, καὶ τῶν τραυμάτων τῶν ἀπὸ τῆς ἁμαρτίας γενομένων φάρμακον. ∆ιὰ ταῦτα καὶ Παῦλος εἰργάζετο διηνεκῶς, οὐκ ἐν ἡμέρᾳ μόνῃ, ἀλλὰ καὶ ἐν αὐτῇ τῇ νυκτί· καὶ τοῦτο βοᾷ λέγων· Νυκτὸς γὰρ καὶ ἡμέρας ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν. Καὶ οὐχ ἁπλῶς τέρψεως ἕνεκεν καὶ ψυχαγωγίας τὸ ἔργον μετῄει, καθάπερ πολλοὶ τῶν ἀδελφῶν, ἀλλὰ τοσοῦτον ἐπεδείκνυτο περὶ αὐτὸ πόνον, ὡς καὶ ἑτέροις δυνηθῆναι ἐπικουρῆσαι. Ταῖς γὰρ χρείαις μου, φησὶ, καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Ἄνθρωπος δαίμοσιν ἐπιτάττων, τῆς οἰκουμένης διδάσκαλος ὢν, τοὺς τὴν γῆν οἰκοῦντας ἅπαντας ἐπιτραπεὶς, καὶ τὰς ὑφ' ἡλίῳ κειμένας Ἐκκλησίας ἁπάσας, καὶ δήμους καὶ ἔθνη καὶ πόλεις μετὰ πολλῆς θεραπεύων ἐπιμελείας, νύκτα καὶ ἡμέραν εἰργάζετο, καὶ οὐδὲ μικρὸν ἀνέπνει τῶν πόνων ἐκείνων. Ἡμεῖς δὲ, οὐδὲ τὸ μυριοστὸν τῆς ἐκείνου φροντίδος μετιόντες, μᾶλλον δὲ οὐδὲ εἰς νοῦν λαβεῖν δυνάμενοι, διατελοῦμεν ἐν ἀργίᾳ ζῶντες διηνεκῶς. Καὶ ποίαν ἕξομεν ἀπολογίαν, ἢ τίνα συγγνώμην, εἰπέ μοι; Ἐντεῦθεν ἅπαντα εἰς τὸν βίον εἰσενήνεκται τὰ κακὰ, ὅτι πολλοὶ μεγίστην ἀξίαν εἶναι νομίζουσι, τὸ μὴ τὰς ἑαυτῶν μεταχειρίζειν τέχνας, καὶ ἐσχάτην κατηγορίαν, τὸ φανῆναί τι τοιοῦτον εἰδότας. Καὶ Παῦλος μὲν οὐκ ᾐσχύνετο ὁμοῦ καὶ σμίλην μεταχειρίζων, καὶ δέρματα ῥάπτων, καὶ τοῖς ἐν ἀξιώμασι διαλεγόμενος, ἀλλὰ καὶ ἐνεκαλλωπίζετο τῷ πράγματι, μυρίων πρὸς αὐτὸν λαμπρῶν καὶ ἐπισήμων ἀφικνουμένων ἀνθρώπων. Καὶ οὐ μόνον οὐκ ἐπῃσχύνετο ταῦτα ποιῶν, ἀλλὰ καὶ καθάπερ ἐν στήλῃ χαλκῇ ταῖς ἐπιστολαῖς ἐξεπόμπευσεν ἑαυτοῦ τὸ ἐπιτήδευμα. Ὅπερ οὖν ἐξ ἀρχῆς ἔμαθε, καὶ μετὰ ταῦτα αὐτὸ μετεχείριζε, καὶ τότε μετὰ τὸ εἰς οὐρανὸν τρίτον ἁρπαγῆναι, μετὰ τὸ εἰς παράδεισον ἀπενεχθῆναι, μετὰ τὸ κοινωνῆσαι ῥημάτων ἀποῤ 51.195 ῥήτων τῷ Θεῷ· ἡμεῖς δὲ, οὐδὲ τῶν ὑποδημάτων ὄντες ἄξιοι τῶν ἐκείνου, αἰσχυνόμεθα τούτοις, ἐφ' οἷς ἐκεῖνος ἐνηβρύνετο· καὶ καθ' ἑκάστην μὲν ἡμέραν πλημμελοῦντες, οὐδὲ ἐπιστρεφόμεθα, οὐδὲ ὄνειδος εἶναι νομίζομεν· τὸ δὲ ἐκ δικαίων πόνων ζῇν, ὡς αἰσχρὸν καὶ καταγέλαστον φεύγομεν. Τίνα οὖν ἕξομεν ἐλπίδα σωτηρίας, εἰπέ μοι; Τὸν γὰρ αἰσχυνόμενον, ἁμαρτίαν αἰσχύνεσθαι δεῖ, καὶ τὸ τῷ Θεῷ προσκροῦσαι, καὶ τὸ ποιῆσαί τι τῶν οὐ δεόντων, ἐπὶ δὲ τέχναις καὶ ἐργασίαις καὶ ἐναβρύνεσθαι. Οὕτω γὰρ καὶ πονηρὰν ἔννοιαν τῇ τῆς ἐργασίας ἀσχολίᾳ τῆς διανοίας ἐκβαλοῦμεν ῥᾳδίως, καὶ τοῖς δεομένοις ἐπικουρήσομεν, καὶ τὰς ἑτέρων οὐκ ἐνοχλήσομεν θύρας, καὶ τὸν νόμον τοῦ Χριστοῦ πληρώσομεν τὸν εἰπόντα· Μακάριόν ἐστι διδόναι μᾶλλον ἢ λαμβάνειν. ∆ιὰ γὰρ τοῦτο χεῖρας ἔχομεν, ἵνα ἑαυτοῖς βοηθῶμεν, καὶ τοῖς τὰ σώματα πεπηρωμένοις ἐκ τῶν ἡμετέρων εἰσφέρωμεν τὰ κατὰ δύναμιν ἅπαντα· ὡς ἐάν τις ἀργῶν διατελῇ, κἂν