1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

6

ἀνθρώποις ἔσται αἰδέσιμος, ἀλλὰ καὶ σοὶ τῷ γεγεννηκότι ποθεινότερος, πλὴν τῆς φύσεως οὐκ ἐλάττονα ἑτέραν ὑπόθεσιν ἔχων πρὸς τὸ φιλεῖσθαι τὴν ἀρετήν· οὐ ποθεινότερος δὲ μόνον, ἀλλὰ καὶ χρησιμώτερος ἔσται σοι θεραπεύων, δουλεύων, γηροκομῶν. Ὥσπερ γὰρ οἱ περὶ τὸν Θεὸν ἀγνώμονες καὶ τῶν γεγεννηκότων καταφρονοῦσιν· οὕτως οἱ τὸν πεποιηκότα θεραπεύοντες, ἐν πολλῇ καὶ τοὺς γεγεννηκότας ἔχουσι τῇ τιμῇ. Ἵνα οὖν καὶ παρὰ Θεῷ, καὶ παρὰ ἀνθρώποις εὐδοκιμῇ, καί σοι τὴν ζωὴν ἡδεῖαν ποιῇ, καὶ τῆς μελλούσης ἀπαλλάττῃ κολάσεως, πᾶσαν ἐπιδείκνυσο περὶ αὐτὸν τὴν σπουδήν. Ὅτι γὰρ οἱ τῶν παίδων ἀμελοῦντες, κἂν τἄλλα ὦσιν ἐπιεικεῖς καὶ μέτριοι, διὰ ταύτην τὴν ἁμαρτίαν τὴν ἐσχάτην ὑποστήσονται δίκην, ἱστορίαν σοί τινα διηγήσομαι παλαιάν. Ἱερεύς τις ἦν παρὰ τοῖς Ἰουδαίοις ἐπιεικὴς τὰ ἄλλα καὶ μέτριος, Ἠλεῖ τῷ ὀνόματι. Ἦν οὖν οὗτος Ἠλεῖ δύο παῖδας ἔχων εἰς ἔσχατον πονηρίας ἐληλακότας· οὐ κατεῖχε δὲ, οὐδὲ ἐκώλυε· μᾶλλον δὲ κατεῖχε μὲν καὶ ἐκώλυεν, οὐ μετὰ τῆς προσηκούσης δὲ ἀκριβείας καὶ σφοδρότητος. ∆έον γὰρ μαστιγῶσαι, τῆς πατρῴας ἐκβαλεῖν οἰκίας, πάντα ἐπιδείξασθαι διορθώσεως τρόπον, παρῄνει καὶ συνεβούλευε μόνον, οὕτω λέγων· Μὴ, τέκνα, μὴ ποιεῖτε οὕτως· ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοὴ, ἣν ἐγὼ ἀκούω περὶ ὑμῶν. Τί λέγεις; τὸν ∆εσπότην ὕβρισαν, καὶ τέκνα καλεῖς; ἠγνόησαν τὸν πεποιηκότα, καὶ σὺ ἐπιγινώσκεις αὐτῶν τὴν συγγένειαν; ∆ιὰ τοῦτό φησιν, ὅτι οὐκ ἐνουθέτει αὐτούς· νουθεσία γάρ ἐστιν, οὐκ ἐὰν ἁπλῶς συμβουλεύσωμεν, ἀλλ' ἐὰν σφοδρότερον καὶ τομώ 51.329 τερον καὶ ὅσην ἡ τοῦ τραύματος ἀπαιτεῖ σηπεδὼν, τοσαύτην ἐπαγάγωμεν τὴν πληγήν. Οὐ τοίνυν ἀρκεῖ τὸ εἰπεῖν, οὐδὲ τὸ παραινέσαι μόνον, ἀλλὰ καὶ πολὺν ἐπιτειχίσαι δεῖ τὸν φόβον, ὥστε τὴν τῆς νεότητος περικόψαι ῥᾳθυμίαν. Ἐπεὶ οὖν παρῄνει μὲν, οὐ παρῄνει δὲ ὡς ἔδει, τοῖς πολεμίοις αὐτοὺς ἐξέδωκε, καὶ μάχης γενομένης, ἔπεσον ἐπὶ τῆς παρατάξεως, καὶ τὴν ἀγγελίαν οὐκ ἐνεγκὼν, πεσὼν συνετρίβη καὶ αὐτὸς καὶ ἀπέθανεν. Ὁρᾷς ὅτι δικαίως εἶπον, ὅτι καὶ παιδοκτόνοι οἱ πατέρες εἰσὶν, οἱ μὴ σφοδρῶς τοῖς αὐτῶν κεχρημένοι παισὶ ῥᾳθυμοῦσι, μηδὲ τὴν κατὰ Θεὸν ἀπαιτοῦντες αὐτοὺς εὐλάβειαν; Οὕτω γοῦν ὁ Ἠλεῖ παιδοκτόνος ἐγένετο. Εἰ γὰρ οἱ πολέμιοι κατέσφαξαν αὐτοῦ τοὺς υἱοὺς, ἀλλὰ τῆς σφαγῆς οὗτος αἴτιος ἐγένετο, διὰ τῆς περὶ αὐτοὺς ῥᾳθυμίας ἀποστήσας τοῦ Θεοῦ τὴν βοήθειαν, καὶ γυμνοὺς καὶ ἐρήμους δείξας τοῖς βουλομένοις αὐτοὺς ἀνελεῖν. Οὐκ ἐκείνους δὲ μόνον, ἀλλὰ καὶ ἑαυτὸν προσαπώλεσε. θʹ. Τοῦτο δὴ πολλοὶ καὶ τῶν νῦν πατέρων πάσχουσιν· οὐ βουλόμενοι μαστῖξαι, οὐδὲ ἐπιτιμῆσαι ῥήμασιν, οὐδὲ λυπῆσαι τοὺς ἑαυτῶν υἱοὺς ἀτάκτως ζῶντας καὶ παρανόμως, πολλάκις εἶδον ἐπὶ τοῖς ἐσχάτοις ἁλόντας, εἰς δικαστήριον ἁρπαγέντας, ὑπὸ δημίων ἀποτμηθέντας. Ὅταν γὰρ σὺ μὴ παιδεύσῃς, ὅταν σὺ μὴ σωφρονίσῃς, μιαροῖς ἀνθρώποις καὶ διεφθαρμένοις σαυτὸν ἀναμίξας, καὶ κοινωνήσας τῆς πονηρίας αὐτοῖς, ὑπὸ τοῖς κοινοῖς ἄγονται νόμοις καὶ κολάζονται πάντων ὁρώντων· καὶ μετὰ τῆς συμφορᾶς μείζων ἡ αἰσχύνη γίνεται, δακτυλοδεικτούντων ἁπάντων τὸν πατέρα μετὰ τὴν ἐκείνου τελευτὴν, καὶ ἄβατον αὐτῷ ποιούντων τὴν ἀγοράν. Ποίοις γὰρ ὀφθαλμοῖς ἀντιβλέψαι δυνήσεται τοῖς ἀπαντῶσιν αὐτῷ μετὰ τὴν τοιαύτην τοῦ παιδὸς ἀσχημοσύνην καὶ συμφοράν; ∆ιὸ δέομαι καὶ ἀντιβολῶ πολλὴν τῶν οἰκείων παίδων ποιεῖσθαι τὴν πρόνοιαν, καὶ πανταχοῦ τὴν σωτηρίαν ζητεῖν αὐτῶν τῆς ψυχῆς. ∆ιδάσκαλος εἶ τῆς οἰκίας ἁπάσης, καὶ τὴν γυναῖκα καὶ τοὺς υἱούς σοι παραπέμπει συνεχῶς ὁ Θεός. Καὶ νῦν μέν φησιν ὁ Παῦλος περὶ τῶν γυναικῶν· Εἰ δέ τι μανθάνειν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· νῦν δὲ περὶ τῶν παίδων, Ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, Νόμισον ἀγάλματα χρυσᾶ ἔχειν ἐπὶ τῆς οἰκίας, τὰ παιδία· καθ' ἑκάστην ἡμέραν αὐτὰ ῥύθμιζε καὶ περισκόπει μετὰ ἀκριβείας, καὶ παντὶ τρόπῳ τὴν ψυχὴν αὐτῶν κατακόσμει καὶ διάπλαττε· μίμησαι τὸν μακάριον Ἰὼβ, ὃς καὶ ὑπὲρ τῶν κατὰ διάνοιαν αὐτοῖς πλημμελουμένων