1

 2

 3

 4

 5

 6

6

σὸς, τὸ στερέωμα σὸν, ὁ ἥλιος δᾳδοῦχος σὸς, ἡ σελήνη θεραπαίνη σὴ, οἱ ἀστέρες λαμπτῆρες σοὶ, ὁ ἀὴρ τροφεὺς σὸς, καὶ πάντα τὰ ἐναέρια σά· ἡ γῆ καὶ τὰ ἐν αὐτῇ σὰ, ἡ θάλασσα καὶ τὰ ἐν αὐτῇ σὰ, ὁ κόσμος σὸς, ἡ Ἐκκλησία σὴ, τὸ θυσιαστήριον σὸν, ὁ μόσχος ὁ σιτευτὸς σὸς, ἡ θυσία σὴ, οἱ ἄγγελοι σοὶ, οἱ ἀπόστολοι σοὶ, οἱ μάρτυρες σοί· τὰ παρόντα σὰ, τὰ μέλλοντα σὰ, ἡ ἀνάστασις σὴ, ἡ ἀθανασία σὴ, ἡ ἀφθαρσία σὴ, ἡ βασιλεία τῶν οὐρανῶν σὴ, πάντα τὰ φαινόμενα καὶ τὰ νοούμενα σά. Μὴ τὰ σὰ ἀπήγαγον, κἀκείνῳ προσήγαγον; μὴ σὲ ἀπέδυσα, κἀκεῖνον ἐνέδυσα; οὐχὶ ἐκ τῶν ἐμῶν πραγμάτων ἐχαρισάμην τὸ ἔλεος; οὐχ ὅμοιός εἰμι καὶ σοῦ κἀκείνου πατήρ; Καὶ σὲ τιμῶ διὰ τὴν ἀρετὴν, κἀκεῖνον ἐλεῶ διὰ τὴν καλλίστην ἐπιστροφήν· καὶ σὲ ποθῶ διὰ τὴν ζωὴν, κἀκεῖνον διὰ τὴν μεταβολήν· καὶ σὲ διὰ τὴν πολιτείαν φιλῶ, κἀκεῖνον διὰ τὴν μετάνοιαν· καὶ σὲ διὰ μακροθυμίαν, κἀκεῖνον 59.522 διὰ τὴν ἐν ἐμοὶ ἐπιστροφήν. Εὐφρανθῆναι δὲ καὶ χαρῆναί σε ἔδει, ὅτι οὗτος ὁ ἀδελφός σου νεκρὸς ἦν, καὶ ἀνέζησεν· ἀπολωλὼς ἦν, καὶ εὑρέθη. Τίς βλέπων νεκρὸν ἀνιστάμενον, οὐκ εὐφραίνεται; καὶ τίς εὑρὼν ἃ ἀπώλεσεν, οὐκ ἀγάλλεται; ∆εῦρο καὶ σὺ, υἱέ μου, συνευφράνθητι σὺν ἡμῖν, καὶ συσκίρτησον σὺν τοῖς ἀγγέλοις, καὶ περίπτυξον σὺν ἡμῖν τὸν σὸν ἀδελφὸν, καὶ σύμψαλλε τῷ ∆αυῒδ ἐκεῖνο τὸ πνευματικὸν μέλος, τὸ πρέπον τῇ παρούσῃ πανηγύρει· Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· μακάριος ἀνὴρ, ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν. Ἠκούσατε τῆς θείας παραβολῆς, καὶ τὸν ταύτης σκοπὸν ἔγνωτε, καὶ τὴν δύναμιν αὐτῆς εἴδετε· ἐμάθετε πῶς φιλάνθρωπον ἔχομεν Κύριον, πῶς ἀνεξίκακον.

Αὐτῷ τοίνυν προσφύγωμεν μετὰ καθαρᾶς καρδίας. ∆εῦτε, κοινῇ φωνῇ βοήσωμεν πρὸς αὐτόν· ∆έσποτα, Κύριε φιλάνθρωπε, μονογενὲς Υἱὲ τοῦ Θεοῦ, ἡμάρτομεν εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκ ἐσμὲν ἄξιοι κληθῆναι υἱοί σου· ἀλλὰ θαῤῥοῦμεν τοῖς σοῖς οἰκτιρμοῖς· ἔχομεν ὅμηρα τῆς σῆς φιλανθρωπίας τὸν τίμιον σταυρὸν, ὃν ὑπέμεινας δι' ἡμᾶς· ἔχομεν ἐγγυητὰς τῆς σῆς εὐσπλαγχνίας τήν ποτε πόρνην, καὶ τόν ποτε λῃστήν. ∆ιὰ τούτων γὰρ καὶ ἡμεῖς καὶ πάντες οἱ ἁμαρτωλοὶ προτρεπόμεθα προστρέχειν τῇ σῇ φιλανθρωπίᾳ. Ὡς ἐκείνους ἀοιδίμους καὶ μακαρίους ἀπέδειξας, Κύριε, καὶ ἡμᾶς προσπίπτοντάς σοι ἐλέησον· ὡς ἀνέστησας νεκροὺς σταυρωθεὶς, καὶ ἡμᾶς νεκρωθέντας τῇ ἁμαρτίᾳ διὰ τὴν πολλήν σου φιλανθρωπίαν ἀνάστησον, ἵνα ἀπολαύσωμεν μετὰ τῶν ἀπολυτρωσαμένων τῆς σῆς ἀναστάσεως. Ταῦτα λέγοντες, ἐπιμείνωμεν, ἵνα καὶ πρὸς ἡμᾶς εἴπῃ ὁ ∆εσπότης ἡμῶν Χριστός· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν.

Καὶ ὑμεῖς δὲ οἱ μέλλοντες ἀπολαύειν τῆς τοῦ βαπτίσματος δωρεᾶς, πάντα λογισμὸν ἀλλότριον ἀποῤῥίψαντες, καὶ τὰς ψυχὰς ὑμῶν εἰς τὸν οὐράνιον νυμφίον εὐθύναντες, τῆς τοῦ ἁγίου Πνεύματος χάριτος ἀπολαύσατε. Ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε. Ἐπὶ θύραις ὁ λυτρωτὴς ἐφέστηκεν, ὁ ἰατρὸς τοῖς πιστεύουσι πάρεστι, τὸ ἰατρεῖον ἠνέῳκται, τὰ φάρμακα πρόκεινται, ἡ κολυμβήθρα πάντας προσδέχεται, ἡ χάρις ἐξήπλωται, ἡ πνευματικὴ στολὴ παρὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ἐξυφαίνεται. Μακάριοι οἱ καταξιούμενοι φορέσαι τὴν στολήν. Μόνον ὑμεῖς τῆς πίστεως τὰς λαμπάδας ἀνάψατε, καὶ τὸ ἔλαιον τῆς εὐσεβείας δαψιλῶς ἐπιβάλλετε, ἵνα νυκτὸς, ὅταν γίνηται φωνὴ λέγουσα, «Ἰδοὺ ὁ νυμφίος ἔρχεται,» ἐξέλθητε εἰς ὑπάντησιν αὐτοῦ μετὰ φαιδρῶν τῶν λαμπάδων, χορεύοντες καὶ σκιρτῶντες, καὶ βοῶντες, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.