1

 2

 3

 4

 5

 6

 7

 8

6

Ἤθελές με περὶ μὲν σὲ φανῆναι φιλάνθρωπον, περὶ δὲ ταύτην ἀπάνθρωπον; Ἀλλ' οὐκ ἀνέχομαι λαβεῖν σε διοικητὴν τῆς ἐμῆς ἀγαθότητος. Εἰ σὺ τοιαύτην ἔσχες χώραν, αὕτη δὲ τὴν σὴν, ἐβούλου αὐτὴν περὶ σοῦ τοιαῦτα λέγειν ἃ σὺ κατ' αὐτῆς φρονεῖς; Οὐκ ἤκουσας ὅτι, Ἃ μὴ βούλει παθεῖν, μὴ θέλῃς ποιεῖν· οὗτος γὰρ ὁ κοινὸς νόμος τῆς φύσεως. Τίς οὖν, εἰπέ μοι, πλέον ἀγαπήσει αὐτόν; Ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν, Ὑπολαμβάνω, ὅτι ᾧ τὸ πλέον ἐχαρίσατο. Καὶ πρὸς αὐτὸν ὁ Σωτήρ· Ὀρθῶς ἔκρινας. Οὐκοῦν ἔμμεινον οἷς ἐδίκασας πρῶτος αὐτός. Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα, τῷ Σίμωνι λέγει, Βλέπεις ταύτην τὴν γυναῖκα; Ἐγὼ οὐκ ἔτι καλῶ πόρνην, τὴν ῥίψασαν μετὰ τοῦ πράγματος καὶ τὸ 61.732 ὄνομα. Βλέπεις ταύτην τὴν γυναῖκα τὴν αὐτόκλητον ἐπεισελθοῦσαν ἡμῖν, τὴν ἐπιδεικνυμένην ἀναίδειαν ἐπαινουμένην, τὴν ἀσκοῦσαν ἀναισχυντίαν ἀγαπωμένην, τὴν ὁδηγὸν τῆς πρὸς ἐμὲ φερούσης ὁδοῦ, τὴν ἡγεμόνα τῆς εὐσεβείας, τὴν διδάσκαλον τῆς μετανοίας, τὴν ἔργῳ τὰ πράγματα διδάξασαν, τὴν ἄπαυστα κλαίουσαν, τὴν παῤῥησίαν τῶν ἁμαρτωλῶν, τὴν κήρυκα τῆς ἐμῆς εὐσπλαγχνίας, τὴν ἐκκλησίαν τὸν σὸν οἶκον ποιήσασαν, τὴν μόνην μόνῳ προσευχομένην, τὴν ἄνθρωπόν με θεωροῦσαν καὶ ὡς Θεὸν ἱκετεύουσαν, μὴ δορυφόρους, μὴ βῆμα δικαστικὸν, καὶ ὡς κριτήν με γονυπετοῦσαν, τὸν κείμενον προσκυνοῦσαν; Βλέπεις ταύτην τὴν γυναῖκα, τὴν ἀκάματον, τὴν ἐργάτιν τῶν ἀγαθῶν, τὴν διὰ τῶν πλοκάμων αὐτῆς καὶ τῶν δακρύων ὑφαίνουσαν ἑαυτῇ τὴν τῆς ἀθανασίας στολὴν, τὴν πρεσβεύουσαν διὰ πάντων αὐτῆς τῶν μελῶν περὶ ἑαυτῆς, τὴν ἄπληστον ἐν οἷς οὐκ ἐχρῆν ἰδεῖν, ἀπληστοτέραν ἐν οἷς τὸ ἄμετρον μακαρίζεται; Σκόπησον τὰ γενόμενα παρὰ σοῦ, καὶ θέασαι τὰ γεγενημένα παρ' αὐτῆς, καὶ στεφανώσεις σὺν ἐμοὶ τὴν ἑαυτὴν στεφανώσασαν. Ἐὰν μὴ καὶ σὺ θαυμάσῃς τὴν εὐσέβειαν καὶ τὴν ἐργασίαν αὐτῆς, μέμφου τοῖς ἐμοῖς οἰκτιρμοῖς. Εἰσῆλθον εἰς τὴν οἰκίαν σου ἐγὼ ὁ Χριστὸς, ὁ ἄνω καὶ κάτω καὶ πανταχοῦ καὶ ἐνταῦθα οὕτως ὡς βλέπεις, καὶ τῇ παρουσίᾳ μου τετίμηκά σε, καὶ τὸν οἶκόν σου· καὶ σὺ ὕδωρ ὑπὸ τοὺς πόδας μου οὐκ ἔδωκας. Σὺ τὸ εὔκολον, τὸ ῥᾴδιον, τὸ εὐπόριστον τοῖς ἐμοῖς ποσὶν οὐκ ἐπέχεας· αὕτη δὲ, ἡ παρὰ σοῦ λοιδορουμένη, τοῖς δάκρυσιν ἔβρεξέ μου τοὺς πόδας, οὓς οὐκ ἔβαψεν ὅλα τῆς θαλάσσης τὰ ὕδατα καὶ τὰ κύματα. Βλέπεις ξένην ἀρδείαν τοῖς ἐμοῖς ποσὶν ἐπιῤῥέουσαν· βλέπεις βροχὴν παράδοξον, οὐκ ἐκ τῶν νεφῶν φερομένην, ἀλλ' ἐκ τῶν τῆς γυναικὸς ὀμμάτων τικτομένην. Ποία πηγὴ τοσούτων εὐπορεῖ ναμάτων, ὅσον αὕτη δακρύων; ποία κρήνη βλύζουσα τοσαύτας σταγόνας οὐκ ἐλέγχεται; Αὕτη τοῖς δάκρυσιν ἔβρεξέ μου τοὺς πόδας, καὶ ταῖς θριξὶν αὐτῆς ἐξέμαξε, καὶ ξένον λέντιον τὰς τρίχας αὐτῆς κατεσκεύασε, καὶ παράδοξον ἐκμαγεῖον τῶν ἐμῶν ποδῶν τοὺς πλοκάμους αὐτῆς ἐποίησε. Φίλημά μοι οὐκ ἔδωκας σύ· τὰ χείλη τὰ σὰ τοῖς ἐμοῖς χείλεσι προσαρμόσαι οὐ κατηξίωσας· αὕτη δὲ, ἀφ' οὗ εἰσῆλθεν, οὐ διέλειπε καταφιλοῦσά μου τοὺς πόδας. Ὢ τῆς ὁμαλῆς προσεδρίας! ὢ φιλημάτων θείων! ὢ φιλημάτων πνευματικῶν ἀπολογησαμένων ὑπὲρ τῶν προτέρων περιπλοκῶν. Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· τὸ τιμιώτερον μέρος τοῦ σώματος οὐκ ἐνότισας ἐλαίῳ ψιλῷ· αὕτη δὲ ἐλαίῳ μύρῳ ἤλειψέ μου τοὺς πόδας. Τί οὖν σοι δοκεῖ; ἀποστραφῶ τὴν τοιαῦτά μοι φέρουσαν ξένια; ἀποσείσωμαι τὰ φίλα μοι δῶρα; μὴ ἐντραπῶ τοιαύτην καὶ τοσαύτην διάθεσιν; μὴ ἐντραπῶ πίστιν οὐρανοῦ ὑψηλοτέραν; παρίδω τοιαῦτα καὶ τοσαῦτα καλά· παρίδω ἐλεεινοὺς στεναγμούς; Ἀλλ' οὐ πέφυκα τοιοῦτος.

Παρίδω τοὺς τῶν δακρύων κρουνούς; Ἀλλ' οὐ δύναμαι. Παρίδω τὴν δεδακρυμένην μορφήν; ∆ιὰ μόνην φιλανθρωπίαν ἔλαβον τὴν τοῦ δούλου μορφήν. Ἀρνήσομαι ἐμαυτὸν διὰ σέ; μισήσω τὴν οὕτω με γνησίως ποθοῦσαν; ἀπελάσω τὴν οὕτω περιπλεκομένην μου τοῖς ποσίν; ἀποδιώξω τὴν ἱκέτιν μὴ τυχοῦσαν ὧν ἤλπισε; πληρώσω τοῦ διαβόλου τὸ βούλημα; χαρίσωμαι τῷ πολεμίῳ τὸ θήραμα; πέμψω πάλιν τὴν ἐμὴν περιστερὰν πρὸς τὸν ἱέρακα; μὴ οἰκτείρω τὴν οὐδὲν ἕτερον