1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

6

Ἀγνώστῳ Θεῷ, ὁ δὲ Παῦλος ἡρμήνευσεν. Οἱ μὲν γὰρ τοῦτο περὶ ἄλλων ἔλεγον, αὐτὸς δὲ αὐτὸ μετέστησεν ἐπὶ τὸν Χριστὸν, αἰχμαλωτίσας τὸ νόημα, καὶ μεθ' ἑαυτοῦ στήσας ἐν τῇ παρατάξει τῇ ἑαυτοῦ· Ὃν γὰρ ἀγνοοῦντες εὐσεβεῖτε ὑμεῖς, τοῦτον ἐγὼ καταγγέλλω, φησίν· ἄγνωστος γὰρ Θεὸς οὐδεὶς ἄλλος ἐστὶν ἢ ὁ Χριστός. Καὶ ὅρα σύνεσιν πνευματικήν. Ἔμελλον αὐτῷ μετὰ ταῦτα ἐγκαλεῖν, ὅτι Ξενίζοντα εἰσφέρεις δόγματα εἰς τὰς ἀκοὰς ἡμῶν, ὅτι καινοτομεῖς, ὅτι θεὸν εἰσφέρεις, ὃν οὐκ ἴσμεν. Βουλόμενος τοίνυν ἀπαλλαγῆναι τῆς ὑποψίας τῆς κατὰ τὴν καινοτομίαν, καὶ δεῖξαι ὅτι οὐ ξένον κηρύττει θεὸν, ἀλλ' ὃν προλαβόντες διὰ τῆς θεραπείας ἐτίμησαν, ἐπήγαγε καὶ εἶπεν· ὅτι Ὃν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. Ὑμεῖς με προελάβετε, φησίν· ἔφθασεν ὑμῶν ἡ θεραπεία τὸ ἐμὸν 51.74 κήρυγμα. Μὴ τοίνυν ἐγκαλεῖτε, ὅτι ξένον εἰσφέρω θεόν· τοῦτον γὰρ καταγγέλλω, ὃν ὑμεῖς ἀγνοοῦντες θεραπεύετε, οὐκ ἀξίῳ μὲν αὐτοῦ τρόπῳ, θεραπεύετε δὲ ὅμως. Οὐ γὰρ τοιοῦτος βωμὸς ἵσταται τῷ Χριστῷ, ἀλλὰ βωμὸς ἔμψυχος καὶ πνευματικός· ἀλλ' ἀπὸ τούτου ὑμᾶς καὶ πρὸς ἐκεῖνον ἀναγαγεῖν δύναμαι. Οὕτω καὶ Ἰουδαῖοι τὸ παλαιὸν ἐθεράπευον· ἀλλ' ἀπέστησαν ἀπὸ τῆς σωματικῆς θεραπείας, καὶ ἦλθον ἐπὶ τὴν πνευματικὴν οἱ πιστεύσαντες ἅπαντες. Εἶδες σοφίαν Παύλου; εἶδες σύνεσιν; εἶδες πῶς αὐτοὺς ἐχειρώσατο, οὐκ ἀπὸ Εὐαγγελίων, οὐκ ἀπὸ προφητικῶν, ἀλλὰ ἀπὸ ἐπιγράμματος; Μὴ παράτρεχε τοίνυν, ἀγαπητὲ, τὴν ἐπιγραφὴν τῶν θείων λογίων· ἂν μὲν νήφῃς καὶ ἐγρήγορος ᾖς, καὶ ἐν ἀλλοτρίοις εὑρίσκεις τι χρήσιμον· ἂν δὲ ῥᾴθυμος καὶ ἀναπεπτωκὼς, οὐδὲ ἀπὸ τῶν θείων Γραφῶν ἔσται σοί τι πλέον. Ὥσπερ γὰρ ὁ εἰδὼς κερδαίνειν, πανταχόθεν κερδαίνει· οὕτω καὶ ὁ μὴ εἰδὼς, κἂν θησαυρὸν εὕρῃ, κενὸς ἄπεισι. Βούλεσθε εἴπω καὶ ἕτερόν τι τοιοῦτον ἐπιχείρημα, ὅπερ ἄλλος μὲν μεθ' ἑτέρας ἐφθέγξατο διανοίας, ὁ δὲ εὐαγγελιστὴς πρὸς ἑαυτὸν μετέθηκε τῶν εἰρημένων τὴν δύναμιν; Οὐκοῦν προσέχετε ἀκριβῶς, ἵνα μάθητε, ὅτι κἀκεῖνος ᾐχμαλώτισε τὸ νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· ἵνα μάθητε, ὅτι εἰ τὰ ἀλλότρια αἰχμαλωτίζειν δυνάμεθα, πολλῷ μᾶλλον ἐν τοῖς οἰκείοις ἐμπορευσόμεθα καὶ κερδανοῦμεν. Ὁ Καϊάφας ἀρχιερεὺς ἦν τοῦ ἐνιαυτοῦ ἐκείνου· καὶ γὰρ καὶ τοῦτο τῆς Ἰουδαϊκῆς ἐγένετο πονηρίας· κατῄσχυνον γὰρ τὸ τῆς ἱερωσύνης ἀξίωμα, ὠνητοὺς ποιήσαντες ἀρχιερέας. Ἔμπροσθεν δὲ οὐχ οὕτως ἦν, ἀλλὰ τῇ τελευτῇ μόνῃ κατελύετο ἡ ἱερωσύνη τοῦ ἀρχιερέως· τότε δὲ καὶ ζῶντες παρελύοντο τῆς τιμῆς. Ἀρχιερεὺς τοίνυν ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ὁ Καϊάφας, καθώπλιζε κατὰ τοῦ Χριστοῦ τοὺς Ἰουδαίους, καὶ ἔλεγεν· ὅτι δεῖ τοῦτον ἀποθανεῖν, ἐγκαλεῖν μὲν οὐδὲν ἔχων, βασκανίᾳ δὲ τηκόμενος. Τοιοῦτον γὰρ ὁ φθόνος· τῶν εὐεργεσιῶν τοιαύτας ἀποδίδωσι τὰς ἀμοιβάς. Ὅθεν καὶ τὴν αἰτίαν διδάσκων τῆς ἐπιβουλῆς, ἔλεγε· Συμφέρει ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. Τούτου τοῦ ῥήματος ἡ δύναμις ὅρα πῶς μεθ' ἡμῶν ἐγένετο· ἵνα μάθῃς ὅτι τὸ μὲν ῥῆμα ἦν τοῦ ἱερέως, τὸ δὲ νόημα ἠδυνήθη γενέσθαι πνευματικόν. Συμφέρει ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. Τοῦτο δὲ οὐκ ἔλεγεν ἀφ' ἑαυτοῦ, φησὶν, ἀλλ' ὅτι ἀρχιερεὺς ἦν τοῦ ἐνιαυτοῦ ἐκείνου, προεφήτευσεν, ὅτι δεῖ τὸν Χριστὸν ἀποθανεῖν, οὐ μόνον ὑπὲρ Ἰουδαίων, ἀλλὰ καὶ ὑπὲρ ὅλου τοῦ ἔθνους· διὰ τοῦτο καὶ ἔλεγεν, ὅτι Συμφέρει ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. Εἶδες δύναμιν Θεοῦ, πῶς τὴν γλῶτταν τῶν ἐχθρῶν ἀναγκάζει τὰ ὑπὲρ τῆς ἀληθείας λέγειν;

εʹ. Ἵνα μὲν οὖν μὴ παρατρέχωμεν τὰς ἐπιγραφὰς τῶν θείων Γραφῶν, ἀρκούντως ταῦτα εἴρηται. ἐὰν μνημονεύητε· ἐβουλόμην δὲ εἰπεῖν, καὶ τίς ὁ γράψας τὸ βιβλίον, καὶ πότε, καὶ τίνος ἕνεκεν ἔγραψεν. Ἀλλὰ τέως ταῦτα κατέχωμεν· ἐκεῖνα δὲ εἰς τὴν ἐπιοῦσαν, ἐὰν ὁ Θεὸς θέλῃ, ἀποδώσομεν. Βούλομαι γὰρ λοιπὸν 51.75 πρὸς τοὺς νεοφωτίστους ἀγαγεῖν τὸν λόγον. Νεοφωτίστους δὲ λέγω, οὐχὶ τοὺς πρὸ δύο καὶ τριῶν, οὐδὲ πρὸ δέκα ἡμερῶν φωτισθέντας μόνον, ἀλλὰ καὶ τοὺς πρὸ ἐνιαυτοῦ,