1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

6

ἀνακεφαλαίωσιν δείξειεν, διὰ τοῦτο πολλάκις ζητού μενος ὑπὸ τῶν Ἰουδαίων ἀναιρεθῆναι μήπω τῆς συνδρομῆς τῶν χρόνων ἐκπεπτωκυίας ὑπέφυγεν· καὶ ἔχεις ἐν τοῖς εὐαγγελίοις ὅτι ἠθέλησαν αὐτὸν συλλαβεῖν οἱ Ἰουδαῖοι καὶ 33 ὁ σωτὴρ ἀνεχώρησεν. Καὶ τοῦτο οἱ ἀμαθεῖς τὸ μυστήριον δειλίαν ἐνόμισαν· οὐκ ἦν δὲ δειλία ἀλλὰ τῆς συνδρομῆς τῶν προθεσμιῶν ἐπιτήρησις. Ὅτε μέντοι συνήγαγεν ὁ υἱὸς τοῦ θεοῦ τοὺς χρόνους, ὅτε τὴν ἑβδομάδα πρὸς τὴν ἀρχαίαν δημιουργίαν ἥρμοσε καὶ ἰσημερία καὶ ἡ πλησιφαὴς σελήνη καὶ ἡ παρασκευὴ ἐν ᾗ ἔδει παθεῖν καὶ ἐν τῷ παθεῖν τὴν ἀνανέωσιν δειχθῆναι συνέδραμον, τὸ τηνικαῦτα ἐπιδίδωσι μὲν ἑαυτὸν τῷ πάθει, ἐπάρας δὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν εἶπεν· "Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱός σου δοξάσῃ σε", καὶ πρὸς τοὺς μαθητάς· "Ἐλήλυθεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου".

34 Οὕτως ἐπιμελὲς γέγονε τῷ μονογενεῖ υἱῷ τοῦ θεοῦ πάντας τοὺς χρόνους τοὺς πρώτους, καθ' οὓς πλασθεὶς διέπεσεν ὁ ἄνθρωπος, συναγαγεῖν ἐπὶ τῇ διορθώσει αὐτοῦ καὶ τὴν ἀποστολικὴν ἀνανέωσιν τῆς φύσεως ὑποβῆναι, αὐτῆς τῆς συμβολῆς τῶν προθεσμιῶν ἀναγκαίας οὔσης τῷ πράγματι. ∆ιὰ τοῦτο ἐπὶ τῷ πάθει καὶ ἰσημερία οἷα κορυφὴ τοῦ χρόνου τηρεῖται· πρὸ μὲν γὰρ ταύτης τῆς ἰσημερίας, πρὸ τοῦ ἡμέραν γενέσθαι, ἦν σκότος, καὶ οὐκ ἦν ἄξιον ἐν τῷ τόπῳ τοῦ σκότους τὸ πάσχα ποιεῖν καὶ διορθοῦσθαι τὸ πτῶμα, ὅτι μηδὲ ὁ πρῶτος ἄνθρωπος ἐν τῷ σκότει ἀλλὰ μετὰ τὸ φῶς μετ' ἰσημερίαν ἐπλάσθη, καὶ ὅτι ἕως μὲν ἐαρινῆς ἰσημερίας τὸ σκότος παρὰ τὸ φῶς πλεονάζει, μετ' ἰση μερίαν δὲ ἐπικρατεῖ τῆς νυκτὸς ἡ ἡμέρα λοιπὸν αὔξουσα, μειουμένης τῆς νυκτός. Ἔδει οὖν καὶ τὸ ἐπὶ διορθώσει πάθος γινόμενον ἐν τῇ τοιαύτῃ καταστάσει δειχθῆναι, ἐν ᾗ τὸ φῶς τῆς εὐσεβείας ἔμελλεν αὔξειν, τοῦ σκότους μειουμένου τῆς ἀσεβείας.

35 Ἀλλ' ἡ μὲν ἰσημερία ἐπὶ τῷ πάθει τετήρηται διὰ τὴν ἀνα κεφαλαίωσιν τοῦ πρώτου χρόνου, ἡ δὲ παρασκευὴ ὡσαύτως, ἐπειδὴ ὁ πρῶτος ἄνθρωπος ἐν ταύτῃ ἐπλάσθη καὶ ἐχρῆν, ἐν ᾗ πλασθεὶς διέπεσεν, ἐν ταύτῃ αὐτὸν καὶ διορθωθῆναι. Τὸ δὲ σάββατον ἡ γραφὴ πρὸς ἀνάπαυσιν εἴληφεν οὑτωσὶ λέγουσα· "Καὶ κατέπαυσεν ὁ θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἡγίασεν αὐτήν". Οὕτως οὖν καὶ ὁ κύριος ἅπαξ τὴν ἀνακεφαλαίωσιν ἐργασάμενος τῇ παρασκευῇ παθὼν καὶ τελέσας τὰ ὑπὲρ τοῦ πεπτωκότος ἀνθρώπου τῆς διορθώσεως ἔργα τῇ ἑβδόμῃ καταπαύει καὶ διαμένει ἐν τῇ καρδίᾳ τῆς γῆς, τοῖς ἐν ᾅδου λοιπὸν δωρησάμενος τὴν ἐκ τοῦ πάθους ἐλευθερίαν. Καὶ ὅτι κύριος καταπαύει νῦν ἀπὸ πάντων τῶν ἔργων, ἐπειδὴ διάπτωσις τοῦ ἀνθρώπου ἐκ τῆς παραβάσεως ὤφθη, ὑπελεί πετο πάλιν ἔργον τῷ θεῷ, ὃ ἤμελλε κατορθῶν ἐπανάγειν, τοῦτο δὲ ἐπὶ τῷ πάθει ποιήσας καὶ ἀνασωσάμενος τὸν ἀπο λωλότα ἄνθρωπον, ὃν ἔσωσεν, τῇ ἡμέρᾳ τοῦ κατὰ τὸ πάσχα σαββάτου κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων, μηδένος ἐπιλειπομένου ἔτι ἔργου πρὸς ἐργασίαν τοῦ ἡμῖν σωτηρίου.

36 Οὕτω δὲ καὶ ἰσημερίαν καὶ παρασκευὴν καὶ σάββατον κατὰ τὴν ἀρχαίαν τηρήσας ἐπὶ τῷ πάθει ἀκολουθίαν, "τῇ μιᾷ τῶν σαββάτων" ἐπιδείκνυσι τὸ τῆς ἀναστά σεως φῶς, καὶ τοῦτο τῷ τοῦ χρόνου εἱρμῷ· αὕτη γὰρ ἦν πάλιν πρώτη τοῦ παντὸς χρόνου ἡμέρα, ἣν καὶ τότε τοῦ αἰσθητοῦ φωτὸς ἀρχὴν καὶ νῦν ἀκολούθως τοῦ τῆς ἀναστά σεως νοητοῦ ἀρχαῖον προεστήσατο.

37 Ταῦτα δὲ πάντα τηρήσας κατὰ τὴν πρώτην δημιουργίαν, καὶ τὴν πλησιφαῆ σελήνην, ὡς ἔφαμεν, κατ' ἐκείνην μετ' ἰση μερίαν ἐτήρησεν, ἔχει δέ τι καὶ αὐτὴ ἕτερον θαῦμα, δι' ὃ τετήρηται. Ἐπειδὴ γὰρ ἤμελλε σκότος γίνεσθαι ἐπὶ τῷ τοῦ σωτῆρος πάθει, Ἕλληνες δὲ καθ' ὑποδρομὴν σελήνης ἡλίου ἐκλείψεις φασίν, ἵνα μή τις τὴν θεοσήμειαν τέχνῃ ἑλληνικῇ διακρούσηται, ἡ τεσσαρεσκαιδεκάτη κατὰ σελήνην παρεί ληπται, ὡς ἄν, πλησιφαοῦς αὐτῆς ὡς ἐν πλάτει οὔσης κατὰ τὸ πάθος