1

 2

 3

 4

 5

 6

6

Ἀπεγνώσθημεν, φησὶν, οὐ προσεδοκήσαμεν ζήσεσθαι, ἀλλ' ἐν ἑαυτοῖς ἐλογισάμεθα, ὅτι πάντως ἀποθανούμεθα· τοῦτο γάρ ἐστιν, Αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν· τοῦτο ἡμῖν τὰ πράγματα ἀπεκρίνατο, ὅτι ἀπολούμεθα πάντως. Τίνος ἕνεκεν συνεχώρησε μέχρι τοσούτων κινδύνων ἐλθεῖν ἡμᾶς ὁ Θεός; Ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, φησὶν, ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἵνα μὴ μέγα φρονῶμεν, ἵνα μὴ ἐπαιρώμεθα τοῖς κατορθώμασιν. Ὃ καὶ προϊὼν σαφέστερον λέγει, πάλιν οὕτω γράφων; ἐπειδὴ γὰρ εἶπε τὴν εἰς οὐρανὸν ἁρπαγὴν, τὴν εἰς παράδεισον εἴσοδον, τὴν τῶν ἀποῤῥήτων ῥημάτων ἐκείνων κοινωνίαν, ἐπήγαγε· Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ· τοὺς θλίβοντας ἐνταῦθα αἰνιττόμενος καὶ ἐπηρεάζοντας, καὶ εἰς δεσμωτήριον αὐτὸν ἐμβάλλοντας· τούτων γὰρ ἕκαστον Σατανᾶν καλεῖ. Συνεχωρήθην δὲ πειρασμοὺς, φησὶν, ὑπομένειν, ἵνα ἡ ἀπόνοιά μου καταστέλληται, καὶ μετριάζειν μάθω. ∆ιὰ δὴ τοῦτο καὶ παρακαλέσας τὸν Θεὸν, οὐκ ἔτυχον τῆς αἰτήσεως· ἀλλ' ἔμεινα διηνεκῶς ἐπιβουλευόμενος, φάρμακον ταπεινοφροσύνης τὴν θλίψιν ἔχων. Καὶ ὁ πρὸ τούτου δὲ βίος ὁ πρὸ τῆς ἐπιστροφῆς ἱκανὸς ἦν αὐτὸν σωφρονίσαι. Ὁ γὰρ παρὰ τοὺς πόδας Γαμαλιήλου καθήμενος, ὁ κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου ζῶν, ὁ ζηλωτὴς τῶν πατρικῶν παραδόσεων, ὁ τοὺς προφήτας ἀνελίττων καθ' ἑκάστην ἡμέραν, ὁ τῷ νόμῳ συντραφεὶς, οὗτος παραγενόμενον τὸν Χριστὸν, καὶ θαύματα ἐργαζόμενον, καὶ ταῦτα διαλεγόμενον, καὶ τὰ ἀπὸ Γραφῶν παρατιθέντα καὶ ἑρμηνεύοντα, οὐκ ἐδέξατο, ἀλλὰ καὶ σταυρωθέντα καὶ ἀνα 63.468 στάντα ἐδίωκε, καὶ μυρίαις χερσὶ τὸν ἐκείνου μαθητὴν ἔβαλλε, καὶ ταῖς Ἐκκλησίαις ἐπολέμει, καὶ λύκου παντὸς θηριωδέστερος ἦν· καὶ ἕως ὅτε φῶς ἔλαμψεν ἄνωθεν, καὶ φωνὴ ἠνέχθη πρὸς τὴν ἀλήθειαν αὐτὸν ἕλκουσα, οἴκοθεν συνιδεῖν οὐκ ἠδυνήθη τὸ δέον. ∆ιὸ καὶ αὐτὸς συνεχῶς ἐπὶ τῶν ἐπιστολῶν ταῦτα στρέφει, κάτω κύπτων καὶ ἐγκαλυπτόμενος ἐπὶ τοῖς ἤδη γεγενημένοις· καὶ Τιμοθέῳ δὲ γράφων ἔλεγε· Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν, τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλ' ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ. Καὶ πάλιν, ∆ιὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται ὁ Θεὸς τὴν πᾶσαν μακροθυμίαν πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον. Καὶ Κορινθίοις δὲ γράφων ἔλεγεν· Ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, ὅτι ἐδίωξα τὴν Ἐκκλησίαν.

ςʹ. Ταῦτα δὲ πάντα ἐγίνετο, καὶ ἠφίει αὐτοὺς ὁ Θεὸς γυμνοὺς τῆς αὑτοῦ

χάριτος, ἵνα, ὅταν διδαχθῶσιν αὑτῶν τὴν ἀσθένειαν, καὶ πῶς οὐδὲν ἄνθρωπος ἀμοιρῶν τῆς ἄνωθεν ῥοπῆς, ἐπὶ τὸν δικαστικὸν ἀναβάντες θρόνον, καὶ δημαγωγοὶ γενόμενοι καὶ ἄρχοντες, πολλὴν τὴν φιλανθρωπίαν, πολλὴν τὴν συγκατάβασιν, πολλὴν τὴν συγγνώμην περὶ τοὺς ἀρχομένους ἐπιδείκνυνται. ∆ιὸ καὶ γράφων ἔλεγε Γαλάταις· Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον, σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς. Ταῦτ' οὖν εἰδότες τούς τε ἀφηνιῶντας ἕλκωμεν, τοῖς τε ἁμαρτάνουσι συγγνωμονικοὶ γινώμεθα, πολλήν τε τὴν φιλανθρωπίαν ἐπιδειξώμεθα μετὰ τῶν τοῦ Θεοῦ νόμων· ἵνα καὶ αὐτοὶ πολλῆς ἀπολαύσωμεν τῆς συγγνώμης ἐν οἷς ἁμαρτάνομεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.