κοινωνεῖν καὶ ἑνοῦσθαι, ἀλλὰ μόνον τῷ τοῦ θεοῦ πνεύματι 247 συνενουμένην καὶ προσκολλωμένην τὰς τῆς ἀρετῆς ἱερὰς γονὰς καὶ τοὺς καρποὺς τοῦ πνεύματος καρπογονεῖν τὴν ψυχὴν προσέταξεν, μηδὲ δυσὶ προσώποις, τῷ χείρονι καὶ τῷ κρείττονι, συμφωνεῖν τὴν προαίρεσιν, ἀλλὰ μόνον τῷ καλῷ χρωμένους καὶ τοῦ κακοῦ παντελῶς ἠλλοτριωμένους τὸν μονότροπον τῶν ἀρετῶν καρπὸν ἐν τῇ ψυχῇ γεωργεῖν κατὰ τὸ γεγραμμένον· ∆ιὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην· πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα· καὶ Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα, ἵν' οὕτως τὸν ἀγῶνα τῆς ψυχῆς ὁρῶν ὁ κύριος τῇ ἰδίᾳ φιλανθρωπίᾳ τὴν μεγάλην ἴασιν τῶν κρυφίων παθῶν διὰ τῆς τοῦ πνεύματος δυνάμεως παντελῶς ἐν ἡμῖν ποιήσῃ, τὴν ἐκδίκησιν τῶν νοητῶν ἐχθρῶν ἡμῶν ἐργαζόμενος· καθὼς αὐτὸς ὁ κύριος περὶ τῆς χήρας διεξερχόμενος τῆς ὑπὸ τοῦ ἀντιδίκου καταπονουμένης καὶ πρὸς τὸν ἄδικον ἄρχοντα προσελθούσης, ἐπιζητούσης τε τὴν παρ' αὐτοῦ ἐκδίκησιν καὶ διὰ τὴν ἐπὶ πολὺ τῆς προσμονῆς ἀναίδειαν αὐτῆς τῆς ἐκδικήσεως αὐτῆς τετυχηκυίας, διδάσκει ἡμᾶς μὴ ἐκκακεῖν ἐν ταῖς δεήσεσιν. Ἔλεγε γὰρ αὐτοῖς καὶ παραβολὴν πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν καὶ τὰ ἑξῆς. τὸ μὴ ἐκκακεῖν τὴν ἐπὶ πολὺ προσμονὴν τῆς εὐχῆς αἰνίττεται· καὶ μετὰ 248 ταῦτα ὁ κύριος Ἴδετε τί λέγει ὁ ἄδικος κριτής· πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας· ναὶ λέγω ὑμῖν ποιήσει τὴν ἐκδίκησιν ἐν τάχει. Οἷον γὰρ ἀγῶνα εἶχεν ὑπὲρ τῶν μαθητῶν ὁ ἀπόστολος καὶ εἰς ὁποῖον πνευματικὸν μέτρον ἐλθεῖν αὐτοὺς ἐσπούδαζεν ἐνδιαθέτως ὑπὲρ αὐτῶν εὐχόμενος, ἅμα δὲ καὶ τὸν ἄκρον τοῦ χριστιανισμοῦ σκοπὸν πᾶσι φανερὸν καθιστῶν τοῖς βουλομένοις ἀπόνως † φιλαλήθως τρέχειν καὶ τὸν ἀποστολικὸν τῆς καινῆς κτίσεως κανόνα τοῖς ἐπὶ τὸ ἔμπροσθεν προκόπτειν σπουδάζουσιν ἔκδηλον ποιῶν· Νουθετοῦντες, φησί, πάντα ἄνθρωπον καὶ διδάσκοντες ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ, εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμενος. καὶ πάλιν τοὺς τὴν σφραγῖδα τοῦ πνεύματος τῆς ἐπαγγελίας διὰ τοῦ βαπτίσματος καταξιουμένους ἐπεύχεται τῆς πνευματικῆς προκοπῆς λαβεῖν αὔξησιν λέγων· ∆ιὰ τοῦτο κἀγὼ ἀκούσας τὴν καθ' ὑμᾶς πίστιν καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους οὐ παύομαι ὑπὲρ ὑμῶν προσευχόμενος καὶ αἰτούμενος, ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ· πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνά249 μεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας. τὸν δὲ τρόπον τῆς μετουσίας καὶ μεταλήψεως τοῦ πνεύματος ἀκριβῶς ὑποσημειωσάμενος ἐν πληροφορίᾳ γινομένης Κατὰ τὴν ἐνέργειαν, φησί, τῆς δυνάμεως αὐτοῦ, ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ τῶν νεκρῶν· κατ' ἐκείνην φησὶ τὴν ἐνέργειαν τοῦ πνεύματος, ἵνα καὶ ὑμεῖς τὴν πληροφορίαν δέξησθε. καὶ πάλιν ἐν τῇ αὐτῇ ἐπιστολῇ μικρὸν προβὰς εἰς ὑψηλοτέραν αὔξησίν τινα καὶ προκοπὴν τελειότητος πνευματικῆς ἐλθεῖν αὐτοὺς ἐπιθυμῶν ἐπεύχεται λέγων· Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, ἵνα δῷ ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δύναμιν κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν, ἐν ἀγάπῃ ἐρριζωμένους καὶ τεθεμελιωμένους· ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ.