Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί· καὶ πάλιν φησίν· Ἐὰν 34.837 ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσετε. Καὶ πάλιν· Βιάζεσθε· βιασταὶ γὰρ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ τό· Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης. Ἀεὶ δὲ τὴν τοῦ Κυρίου ταπείνωσιν καὶ πολιτείαν καὶ ἀναστροφὴν ἐχέτω πρὸ ὀφθαλμῶν, ὥσπερ ὑπογραμμὸν ἐν πάσῃ μνήμῃ ἀληθαργήτῳ· καὶ ὅση δύναμις βιαζέσθω ταῖς εὐχαῖς προσκαρτερεῖ, διὰ παντὸς δεόμενος καὶ πιστεύων· ἵνα ἐλθὼν ὁ Κύριος ἐνοικήσῃ ἐν αὐτῷ καὶ καταρτίσῃ καὶ δυναμώσῃ αὐτὸν ἐν ταῖς ἐντολαῖς πάσαις αὐτοῦ, καὶ ἵνα ἡ ψυχὴ αὐτοῦ γένηται οἰκητήριον Ἰησοῦ Χριστοῦ· καὶ οὕτως ἃ νῦν μετὰ βίας καὶ μὴ θελούσης τῆς καρδίας ποιεῖ, ἐθίζειν ἑαυτὸν διὰ παντὸς εἰς τὸ ἀγαθὸν καὶ τοῦ Κυρίου ἀεὶ μνημονεύειν, καὶ προσδοκᾷν αὐτὸν διὰ παντὸς ἐν πολλῇ ἀγαθότητι καὶ ἀγάπῃ. Τό τε θεωρῶν ὁ Κύριος τὴν τοιαύτην αὐτοῦ προαίρεσιν καὶ τὴν ἀγαθὴν σπουδὴν, πῶς βιάζει ἑαυτὸν πάντοτε εἰς τὴν μνήμην αὐτοῦ, καὶ εἰς τὸ ἀγαθὸν ἀεὶ, καὶ εἰς τὴν ταπεινοφροσύνην, καὶ πραότητα καὶ ἀγάπην· καὶ μὴ θέλουσαν τὴν καρδίαν ἄγχει, καὶ ἄγει, ὅση δύναμις, ἑαυτὸν μετὰ βίας, ποιεῖ μετ' αὐτοῦ τὸ ἔλεος αὐτοῦ· καὶ λυτροῦται αὐτὸν ἀπὸ τῶν ἐχθρῶν αὐτοῦ, καὶ τῆς ἐνοικούσης ἁμαρτίας; Πνεύματος ἁγίου ἐμπιπλῶν αὐτὸν, καὶ οὕτως λοιπὸν ἄνευ βίας καὶ καμάτου πάσας ποιεῖ πάντοτε τὰς ἐντολὰς τοῦ Κυρίου ἐξ ἀληθείας· μᾶλλον δὲ ὁ Κύριος ποιεῖ ἐν αὐτῷ τὰς ἰδίας αὐτοῦ ἐντολὰς, καὶ τοὺς καρποὺς τοῦ Πνεύματος, ὅτε καρποφορεῖ καθαρῶς. Χρὴ δὲ πρότερον προσελθόντα τινὰ τῷ Κυρίῳ, οὕτως βιάζειν καὶ αὐτὸν εἰς τὸ ἀγαθὸν, καὶ μὴ θελούσης τῆς καρδίας, προσδοκῶντα διὰ παντὸς ἐν πίστει ἀδιστάκτῳ τὸ ἔλεος αὐτοῦ, καὶ βιάζεσθαι ἑαυτὸν εἰς τὸ οἰκτείρειν καὶ ἐλεήμονα ἔχειν καρδίαν, βιάζεσθαι εἰς τὸ καταφρονεῖσθαι, εἰς τὸ μακροθυμεῖν, ἐξουθενούμενον, ἢ ἀτιμαζόμενον μὴ ἀγανακτεῖν· κατὰ τὸ εἰρημένον· Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί· βιάζεσθαί τε ἑαυτὸν εἰς τὴν εὐχὴν, μήπω ἔχοντα εὐχὴν Πνεύματος. Καὶ οὕτως ὁ Θεὸς θεωρῶν τὸν οὕτως ἀγωνιζόμενον, καὶ βίᾳ ἑαυτὸν ἄγοντα εἰς τὸ ἀγαθὸν, καὶ μὴ θελούσης τῆς καρδίας, δίδωσιν εὐχὴν ἀληθινὴν Χριστοῦ, δίδωσι σπλάγχνα οἰκτιρμῶν, χρηστότητα ἀληθινὴν, καὶ ἁπαξαπλῶς τηρεῖ αὐτῷ τὸν καρπὸν τοῦ Πνεύματος. Εἰ δέ τις μόνον εἰς τὴν εὐχὴν βιάζεται ἑαυτὸν, μὴ ἔχων εὐχὴν, ἵνα σχῇ εὐχὴν χάριτος, καὶ εἰς τὴν ταπεινοφροσύνην, καὶ ἀγάπην καὶ τὰς λοιπὰς ἐντολὰς τοῦ Κυρίου ἑαυτὸν, οὐ βιάζεται, ἐνίοτε δίδοται αὐτῷ εὐχὴ χάριτος, καὶ ἐν ἀναπαύσει καὶ εὐφροσύνῃ μερικῶς κατὰ τὸ αἴτημα αὐτοῦ, τοῖς δὲ τρόποις ὅμοιός ἐστιν ᾧ ἦν πρότερον ὅμοιος. Οὐκ ἔχει γὰρ πραότητα, ὅτι οὐκ ἐζήτησεν ἐμπόνως, καὶ οὐ προηυτρέπισεν ἑαυτὸν οὕτω γενέσθαι. Οὐκ ἔχει ταπεινοφροσύνην, ἐπειδὴ οὐκ ᾔτησε, καὶ ἑαυτὸν ἐβιάσατο εἰς τοῦτο· οὐκ ἔχει ἀγάπην πρὸς πάντας, ἐπεὶ περὶ τούτου μέριμναν καὶ ἀγῶνα οὐκ ἔσχεν ἐν τῇ αἰτήσει τῆς προσευχῆς· χρὴ γὰρ ἕκαστον, ὥσπερ εἰς τὴν εὐχὴν βιάζεται ἑαυτὸν καὶ ἄγχει, καὶ μὴ θελούσης 34.840 τῆς καρδίας· οὕτως εἰς τὴν ἀγάπην, εἰς τὴν πραότητα, καὶ εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς, κατὰ τὸ γεγραμμένον· οὕτω βιάζεσθαι ἑαυτὸν εἰς τὸ ἐξουθενεῖσθαι, καὶ χείρω καὶ ἔσχατον ἑαυτὸν λογίζεσθαι πάντων, ὡς τὸ μὴ ὂν χρήσιμον, μὴ ὁμιλεῖν· ἀλλὰ τὰ τοῦ Κυρίου μελετᾷν ἀεὶ λόγια καὶ λαλεῖν στόματι καὶ καρδίᾳ· οὕτως εἰς τὸ μὴ θυμοῦσθαι κατὰ τὸ εἰρημένον· Πᾶσα πικρία, καὶ ὀργὴ, καὶ κραυγὴ ἀρθήτω ἀφ' ὑμῶν, σὺν πάσῃ κακίᾳ· Ἵνα οὕτως ὁ Κύριος ἰδὼν αὐτοῦ τὴν προαίρεσιν δώσῃ αὐτῷ ταῦτα πάντα ἀκόπως καὶ ἀβιάστως, ἅπερ πρὶν οὕτω μετὰ βίας φυλάξαι ἠδύνατο, διὰ τὴν οἰκοῦσαν ἐν αὐτῷ ἁμαρτίαν· καὶ γίνεται αὐτῷ ταῦτα πάντα τῆς ἀρετῆς ἐπιτηδεύματα ὥσπερ φύσις· τὸ λοιπὸν γὰρ ἐλθὼν ὁ Κύριος, ἐλθὼν καὶ γενόμενος ἐν αὐτῷ, καὶ αὐτὸς ποιεῖ ἐν αὐτῷ τὰς ἰδίας ἐντολὰς ἄνευ καμάτου, πληρῶν αὐτὸν τοῖς καρποῖς τοῦ Πνεύματος.
Ι∆ʹ. Εἰ δέ τις εἰς εὐχὴν βιάζεται ἑαυτὸν, ἕως οὗ λάβῃ τι χάρισμα παρὰ τοῦ Θεοῦ, εἰς ταῦτα δὲ ἤγουν εἰς ταπεινοφροσύνην, εἰς ἀγάπην, εἰς πραότητα, καὶ εἰς τὰς