1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

7

τοῦ ἁγίου Φιλίππου τοῖς ἐν Ἱεροσολύμοις συναποστόλοις, ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ θεοῦ καὶ ὅτι καιρός ἐστι δοθῆναι αὐτοῖς καὶ ἱερέας, κατελθόντων δὲ τοῦ ἁγίου Πέτρου καὶ Ἰωάννου ἀπὸ Ἱεροσολύμων καὶ ποιούντων τὰς χειροθεσίας, ἐλάμβανον πνεῦμα ἅγιον οἱ τῆς χάριτος ταύτης κατ αξιούμενοι. Θεασάμενος δὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ πνεῦμα τὸ ἅγιον, φιλαρχίαν νοσήσας προσφέρει δῶρα τοῖς ἀποστόλοις λέγων· ∆ότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ πνεῦμα ἅγιον. Πέτρος δὲ πρὸς αὐτὸν εἶπε· Τὸ ἀργύριόν σου σὺν σοὶ εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι καὶ τὰ ἑξῆς. Οὗτός ἐστι Σίμων ὁ πρὸ τοῦ ἀποταξάμενος τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ καὶ πᾶσιν τοῖς ἔργοις αὐτοῦ· οὗτός ἐστιν ὁ ὑπὸ τοῦ ἀποστόλου Φιλίππου ὑποδεξάμενος τὸ βάπτισμα· ἀλλ' ἐπαινετὸς μέχρι τούτου, μετὰ δὲ ταῦτα ἐλεεινός. Ἀστοχήσας γὰρ τοῦ σκοποῦ καὶ τῆς τοιαύτης χάριτος καὶ τῆς χειροτονίας ἀνάξιος κριθείς, ἄρχεται πολεμεῖν τοῖς ἀποστόλοις μηκέτι γνω ρίζων τοὺς ἐργάτας, μηκέτι γνωρίζων τὸν γεννήσαντα, πάντων ὁμοῦ ἐπιλαθόμενος· ὁ πρὸ μικροῦ μαθητὴς καὶ νῦν πολέμιος. Τί ἔπαθες, ἄνθρωπε; Τίς σε οὕτως ἀπεθηρίωσε; Τίς σε εἰς αὐτὴν τὴν λύσσαν ἀνήνεγκε; Τί ἐξέδωκας σεαυτὸν παντελῶς τῷ πονηρῷ, ὥστε πηρωθῆναι πᾶσαν τὴν καρδίαν σου καὶ μηκέτι δέχεσθαι τὴν τῶν ἀποστόλων παραίνεσιν, ἀλλ' ἑαυτὸν εἶναι δικαιότε ρον τῶν ἀποστόλων νομίζειν; Καὶ οὐ παύεται μέχρι θανάτου πο λεμῶν τοῖς ἀποστόλοις, καὶ οὐκ ὤκνησεν ἀπὸ Σαμαρείας μέχρι Ῥώμης διαβῆναι κἀκεῖ συνεργῆσαι τῷ διαβόλῳ καὶ πολεμῆσαι τῷ Χριστῷ. Ἐδείξαμεν διὰ τῶν πραγμάτων τὸν ἀρχηγὸν τῶν αἱρέσεων· καὶ ἤρκει διὰ τούτων πεῖσαι τοὺς ἀπατωμένους τίνος εἰσὶ μαθηταί, τίνος εἰσὶ ζηλωταί, τίνος τὸ ἔργον μεταδιώκουσι, τίνος ἕνεκεν τῷ Χριστῷ μάχονται. Ἀλλ' ἵνα πλέον αὐτοὺς ἐντρέψωμεν, πείσομεν αὐτοὺς ὅτι μέχρι καὶ σήμερον τὴν διδαχὴν ἐκείνου κατέχουσι· καὶ τοῦτο ἀπ' αὐτῶν ἐκείνων λαβόντες τὴν ἀπόδειξιν ἀπὸ τῶν ἰδίων ἐλέγχων αὐτοὺς ἐλέγξομεν. Ὡς γὰρ ἐκκλησία ἡ καθολικὴ καὶ ἀποστολικὴ σῴζει τὴν γενεαλογίαν τοῦ Χριστοῦ, οὕτως καὶ αἱ αἱρέσεις φυλάσσουσι τὴν διαδοχὴν τοῦ Σίμωνος. Γέγραπται ἐν βιβλίῳ παρ' αὐτοῖς φυλασ σομένῳ ὃ λέγουσι Πέτρου Πράξεις, ὅτι Γέμελλός τις γνήσιος μαθητὴς γέγονε τοῦ Σίμωνος· αὐτὸς ἕως τῆς τελευταίας αἰ σχύνης καὶ τοῦ θανάτου αὐτῷ παραμείνας. Καὶ τούτου τὸ ὄνομα μέχρι τοῦ νῦν ἐπίκειται τῇ αἱρέσει τῶν ψευδοἀποτακτιτῶν, Γεμελλῖται γὰρ ἐπονομάζονται. Οὗτος ὁ Γέμελλος μετὰ τὴν πτῶ σιν τοῦ Σίμωνος καὶ τὸν πικρὸν θάνατον-θάνατος γὰρ ἁμαρτωλῶν πονηρός μὴ εὑρὼν τόπον τοῦ καταβλάψαι τινὰ ἢ ἀπατῆσαι ἐν τῇ Ῥώμῃ, ὡς τὸ γράμμα μαρτυρεῖ, οὐδὲ γὰρ ἔστι τοιαύτη αἵρεσις ἐν αὐτῇ-καταλαμβάνει τὰ μέρη ταῦτα καὶ εὑρὼν ἀφελὲς καὶ εὔκολον τὸ ἔθνος καὶ ἄπειρον τῆς πλάνης ἄρχεται τοῦ διδάσκειν καὶ χειροτονεῖν καὶ πάντα κακουργεῖν τὰ μυστήρια τῶν χριστιανῶν καὶ ἑαυτὸν ἀποτακτίτην ὀνομάζει. Καὶ ἦν αἱρεσιάρχης αὐτὸς διαδεξάμενος ἀπὸ τοῦ Σίμωνος τὴν αἵρεσιν, μήτε βάπτισμα λαβὼν παρά τινος, μήτε ὅλως χριστιανὸς ὀνομασθείς, ἢ μόνῳ Σίμωνι μαθητευθεὶς καὶ τὰ ἐκείνου ὠφελημένος. Ταύτην τὴν ἀρχὴν ἔσχεν ἡ αἵρεσις. Χρόνου δὲ προϊόντος καί τινων ἀπατηθέντων διὰ τὸ τοὺς προεστῶτας τῶν ἐκκλησιῶν τοῦ Χρισ τοῦ ἐλαύνεσθαι ὑπὸ τῶν τότε διωκόντων τὴν ἐκκλησίαν, μία δὲ αἵρεσις ὄντες ἐδόκουν λανθάνει καὶ πάλιν ὁ καθηγητὴς αὐτῶν διάβολος ἔχων αὐτοὺς ἅπαξ ὑποχειρίους καὶ εἰς πάντα ὑπηκόους, μερίζει αὐτοὺς εἰς δύο οὕτως· εὑρεθέντες τινὲς εἰς αὐτοὺς ζῷα ἔχοντες ὑπὸ τῶν μὴ ἐχόντων ἐβδελύχθησαν προώ σαντες γὰρ τούτους οἱ μὴ ἔχοντες ὡς ἀκαθάρτους καὶ ἀνοσίους τῆς τοιαύτης ἀποτάξεως, αὐτοὶ μόνοι τὴν προσηγορίαν τοῦ ἀρχηγοῦ αὐτῶν τῆς ἀπωλείας τοῦ Γεμέλλου ἐκληρονόμησαν. Ἀλλὰ γὰρ καὶ αὐτοὺς πάλιν κατατέμνει ὁ διάβολος· ἅπαξ γὰρ κρατήσας αὐτῶν ἀντὶ παιγνίου