In mulierem peccatricem

 κράσπεδον παραχωρεῖ. Ναί, ἰατρὸς γάρ ἐστι πάντων ἐφαπτόμενος τῶν παθῶν, ἵνα πάν τας ὠφελήσῃ, πονηροὺς ἅμα καὶ ἀγαθούς, ἀχαρίστους καὶ εὐγνώ μονας. Ὅθε

 βαφαῖς τὰς παρειὰς φοινίσ σουσα καὶ τέχνῃ βιαζομένη φανῆναι καλή, τοὺς νέους πρὸς ἀκολασίαν ὑπέσυρεν, ἀπροόπτως αὐτοὺς εἰς τὸ τῆς πορνείας ἀποκλίνουσα

 δάκρυσιν. Ἀλλ' εἰ καὶ μὴ τῇ γλώσσῃ ἐλάλει, ἀλλὰ στεναγμοῖς ἀλαλήτοις ἐφθέγγετο τὸν συντριμμὸν τῆς καρδίας ἐκκαλύπτουσα, τὸ πλῆθος τῶν ἁμαρτιῶν θριαμ β

 ἀλλὰ τὰ μέλλοντα δοκιμάζων, ἀμνηστίᾳ παρελθὼν τὰ προλαβόντα αὐτῆς κακὰ τιμᾷ τὴν γυναῖκα καὶ ἐπαινεῖ τὴν μετά νοιαν, δικαιοῖ τὰ δάκρυα καὶ στεφανοῖ τὴν

 ἐλύπησεν αὐτῆς ἡ σωτηρία. Εἶδεν γὰρ δι' αὐτῆς λοιπὸν τὸ γένος πρὸς μετάνοιαν μεταβαλλόμενον καὶ δάκνεται καὶ ἀνιᾶται οὐκ ἔχων λοιπὸν δίκτυον δι' οὗ θη

 ἀποσιωπᾷ τὴν γυναῖκα, ἵνα μὴ κακουργήσῃ τὴν ἀπόκρισιν. Ὁ εἷς, φησίν, ὤφειλε δηνάρια πεντακόσια καὶ ὁ ἕτερος πεντήκοντα. Φοβερὸς τοῦ διηγήματος ὁ τρόπο

 ἡδονήν, ἀλλὰ τὸν θρῆνον μιμήσασθε. Ἡ ἡδονὴ μὲν γὰρ τὸν θρῆνον ἐγέννησεν, ὁ θρῆνος δὲ τῶν κακῶν τὴν λύσιν προεξένη σε. Λούσατε οὖν ὑμῶν μὴ ὕδασιν, ἀλλὰ

ἀποσιωπᾷ τὴν γυναῖκα, ἵνα μὴ κακουργήσῃ τὴν ἀπόκρισιν. Ὁ εἷς, φησίν, ὤφειλε δηνάρια πεντακόσια καὶ ὁ ἕτερος πεντήκοντα. Φοβερὸς τοῦ διηγήματος ὁ τρόπος· γραμματεῖόν ἐστιν ὁ ἡμέτερος βίος ἀοράτως γράφων καὶ λογισμοὺς καὶ πράξεις καὶ ὀφθαλμῶν ῥεμβασμοὺς καὶ ψυχῆς κινήματα. Ἀλλὰ λύει τὸν φόβον ὁ φιλάνθρωπος δανειστής, ὁ τὰ χειρόγραφα διαρρήσσων τῆς ἁμαρτίας καὶ οὐ μόνον διαρρήσσων ἀλλὰ καὶ λεαίνων τοῖς ὕδασι τοῦ βαπτίσματος, ἵνα μὴ ἴχνος στοιχείου ἢ συλλαβῆς ἀπομεῖναν ὑπόμνημα γένηται τῶν παρωχηκότων κακῶν. Μὴ ἐχόντων οὖν, φησίν, αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο. Εἶδες φιλάνθρωπον δανειστήν, πῶς δανείζει μέν, οὐκ ἀπολαμβάνει δέ; Πῶς δὲ ἀγνωμονούμενος οὐ ναρκᾷ, ἀλλ' ἥπλωται αὐτοῦ τοῖς αἰτοῦσιν ἡ χείρ; Μὴ ἐχόντων, φησίν, αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο. Ἀφῆκε μὴ ἐχόντων, οὐχὶ μὴ θελόντων· ἕτερον γὰρ μὴ ἔχειν καὶ ἕτερον μὴ θέλειν. Οἷόν τι λέγω· θεὸς οὐδὲν παρ' ἡμῶν ζητεῖ ἢ μετάνοιαν, ὅθεν βούλεται ἡμᾶς χαίρειν ἀεὶ καὶ προστρέχειν τῇ μετανοίᾳ. Ἐὰν οὖν θελόντων ἡμῶν μετανοῆσαι τὸ πλῆθος τῶν ἁμαρτιῶν ἄτονον τὴν μετάνοιαν ἡμῶν δείξῃ, οὐ παρὰ τὸ μὴ θέλειν, ἀλλὰ παρὰ τὸ μὴ ἔχειν οὐκ ἐκτίννυμεν τὸ χρέος. ∆ιὰ τοῦτο οὖν λέγει· Μὴ ἐχόντων αὐτῶν, ἵνα δείξῃ ὅτι ἰδὼν αὐτοὺς βουλομένους διὰ μετανοίας ἀποδοῦναι τὸ χρέος, μὴ δυναμένους δὲ διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν, ὡς φιλάνθρωπος αὐτοῖς συνεχώρησε οὐκ ἀπὸ πράξεως ἀλλ' ἀπὸ προαιρέσεως ἐλευθερώσας τῆς ὀφειλῆς τὸ ὑπόχρεον. Μὴ ἐχόντων οὖν αὐτῶν ἀποδοῦναι μὴ μαστίξας, μὴ στρεβλώσας, μὴ ὕβρει παραδοὺς ἀμφοτέροις ἐχαρίσατο. Τίς οὖν αὐτὸν ὀφείλει πλέον ἀγαπῆσαι; Ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν· Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. Βλέπε τοῦ φαρισαίου τὸ δεινόν· ὡς εἶδεν ἑαυτὸν τῷ λόγῳ ἤδη τῆς ἀληθείας ἀποκλειόμενον, τὸ ὑπολαμβάνω τέθεικε φοβούμενος τελείαν τὴν ἀπόκρισιν δοῦναι. Ὁ δὲ κύριος οὐ τὴν γνώμην αὐτοῦ ἀνέγραφεν, ἀλλὰ τὴν ἀπόκρισιν ἁρπάσας λέγει αὐτῷ· Ὀρθῶς ἀπεκρίθης. Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· Βλέπεις ταύτην τὴν γυναῖκα, τὴν ἁμαρτωλόν, τήν σοι μὲν ἀπηγορευμένην, ἐμοὶ δὲ σῳζομένην; Εἰσῆλθον εἰς τὸν οἶκόν σου-σὸς γὰρ ὁ οἶκος καὶ οὐκ ἐμός, ὁ λοιδορίας μεστός-ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας, πόδας τοὺς διά σε κονισθέντας, τοὺς κόπον ὑπομείναντας ἵνα κόπων τοὺς κοπιῶντας καὶ πεφορτισμένους ἐλευθερώσω. Ἐξ ἡμισείας τὴν τιμὴν προσήνεγκας τὰ μὲν ἄνωθεν θαυμάσας, τὰ δὲ κάτωθεν μὴ θεραπεύσας. Ἀλλὰ σὺ μὲν ὕδωρ εἰς τοὺς πόδας μου οὐκ ἔδωκας, αὕτη δὲ πηγὰς δακρύων ἐκ τῶν βλεφάρων ἀφεῖσα τῆς ἁμαρτίας αὐτῆς τὸν ῥύπον ἀπέσμηξε. Σύ μοι φίλημα οὐκ ἔδωκας, ὡς εἴθε μή τε Ἰούδας ὁ φιλήματι τὴν προδοσίαν ἐργασάμενος· αὕτη δὲ ἀφ' ἧς εἰσῆλθεν οὐ διέλειπε καταφιλοῦσά μου τοὺς πόδας. Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας, ἔλαιον γὰρ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. Πῶς γὰρ εἶχες τὴν κεφαλὴν τιμῆσαι ὁ ποδῶν ἀμελήσας; Αὕτη δὲ καὶ τοὺς πόδας μου προφητικῶς ἤλειψε μύρῳ· Μύρον γάρ, φησίν, ἐκκενωθὲν ὄνομά σοι· ἐκκενωθέν, οὐκ ἐκχυθέν. Ἐπειδὴ γὰρ τὸ σκεῦος τῆς Ἰουδαϊκῆς γνώμης ὑπόσαθρον ἦν, διὰ τοῦτο ἐκ τῆς ἀλαβαστροθήκης ὑμῶν ἐν τοῖς ποσί μου ἐξεκενώθη τὸ μύρον, ἵνα δι' ἐμοῦ εἰς τὰ ἔθνη μετοχετευθῇ τῆς εὐωδίας ἡ χάρις. Οὗ χάριν λέγω σοι· Ἀφέωνται αὐτῆς αἱ ἁμαρτίαι αἱ πολλαί· ὅτι σὺ μὲν ὁμορρόφιόν με δεξάμενος οὐδὲ φιλήματί με ἐτίμησας οὐδὲ ἀλείμματί με ἐθεράπευσας, αὕτη δὲ πολλῶν κακῶν ἀμνηστίαν λαβοῦσα ἐτίμησέ με ἐκ δακρύων καὶ μύρων οἱονεὶ διφυῆ κρατῆρα κερασαμένη. Μακαρίσωμεν οὖν τὴν ἄνθρωπον τὴν τὰ τῆς Εὔας καλύψασαν κακά, τὴν ἁμαρτωλόν, τὴν πόρνην, τὴν πρόξενον τῶν ἀγαθῶν, τὴν δείξασαν μετανοίας τρόπον καὶ γυμνώσασαν φιλανθρωπίας νόμον, τὴν αὐτὸν τὸν κριτὴν συνήγορον ἐσχηκυῖαν, τὴν δάκρυσι νικήσασαν τὸν τῆς κρίσεως ὀδυρμόν. Ὅσοι οὖν πάρεστε, ζηλώσατε ἅπερ ἠκούσατε καὶ τῆς πόρνης μὴ τὴν

7