7
ζωῆς· καὶ ὁ σήμερον ἔνδοξος αὔριον ἐλεεινὸς, οἴκτου καὶ βοηθείας ἄξιος· ὁ νῦν εὔπορος καὶ εὐθηνούμενος ταῖς ὕλαις τοῦ πλούτου πένης μετὰ μικρόν, οὐδὲ τὸν ἄρτον οἴκοθεν ἔχων, ὃν προσφέρηται εἰς ζωήν. Καὶ τούτῳ μάλιστα ὁ Θεὸς ἡμῶν τῶν θνήτων ὑπερέχει, τῷ ἀεὶ ὁ αὐτὸς εἶναι καὶ ὡσαύτως ἔχειν καὶ ἀναφαίρετον κεκτῆσθαι ζωὴν καὶ δόξαν καὶ δύναμιν. 2.2.1 Πόθεν οὖν εἰς ταύτην ἦλθον τὴν ἀρχὴν τοῦ λόγου, ἦ τάχα γνώριμον ἤδη τυγχάνει τοῖς νοῦν ἔχουσι καὶ φιλολόγοις. Ὁ Λουκᾶς ἡμῖν παραβολὴν ἀναπλάσας ὑπανέγνω ἀρτίως, ἐν ᾗ τὸν οἰκονόμον τῶν ἀλλοτρίων ὑπογρά φει στενούμενον καὶ θλιβόμενον, ἐπειδὴ ὡς σπαθητὴς καὶ πολυδάπανος ἤκουσεν παρὰ τοῦ κυρίου τῶν χρημάτων καὶ τῶν κτημάτων, ὅτι ∆ὸς τὸν λόγον τῆς διοικήσεως καὶ μετάστηθι· οὐ γάρ σε τοῖς ἐμοῖς ὡς ἰδίοις ἐντρυφᾶν ἀνέξομαι. 2.2.2 Τοῦτο δέ ἐστιν οὐ γενομένου πράγματος ἐξήγησις, ἀλλὰ πλάσις παραβολῆς τοῖς ἐπεσκιασμένοις τῶν λόγων ἠθικὴν ἀρετὴν ἐκπαιδεύουσα. Γνῶθι τοίνυν ἕκαστος, ὡς ἀλλοτρίων εἶ διοικητής, καὶ ῥίψας ἀπὸ τῆς ψυχῆς σου τῆς αὐθεντίας τὴν ὑπερηφανίαν τὸ τοῦ ὑπευθύνου καὶ οἰκονόμου ἀνάλαβε ταπεινὸν καὶ εὐλαβές, ἀεὶ τὸν κύριον σου ἀναμένων καὶ μετὰ δειλίας συγγράφων τῆς ἀπολογίας τὸ λογοθέσιον. 2.2.3 Πάροικος γὰρ εἶ, ὀλιγοχρονίου χρήσεως καὶ παροδικῆς λαβὼν συγχώρησιν. Εἰ δὲ ἀμφιβάλλεις ἐπὶ τοῖς γνωρίμοις, κατάμαθε τὰ γινόμενα καὶ τῇ ἀψευδεῖ διδασκάλῳ, τῇ πείρᾳ, παιδεύθητι. 2.3.1 Κέκτησαι χωρίον, ἢ παρὰ πατέρων λαβὼν ἢ ἀπό τινος συναλλάγ ματος κύριος γεγονώς. Ἀναλόγισαι οὖν τῇ μνήμῃ καὶ ἀπαρίθμησαι πάντας, εἰ δύνασαι, τοὺς πρὸ σοῦ κατεσχηκότας αὐτό· ἐπίβαλλε δὲ καὶ τῷ μέλλοντι χρόνῳ τὸν νοῦν καὶ πόσοι αὐτοῦ κυριεύσουσι μετὰ σὲ κατανόησον. Φράσον δέ μοι τίνος ἡ δεσποτεία καὶ τίσι κατ' ἐξαίρετον διαφέρουσα, τοῖς ἐσχηκόσι, τοῖς ἔχουσιν ἢ τοῖς μέλλουσιν; Εἰ γάρ τις ἐκ μηχανῆς πάντας ἀθροίσειεν, εὑρεθήσονται πλείους τῶν βώλων οἱ κεκτημένοι. 2.3.2 Μᾶλλον δέ, εἴπερ ἀκριβῶς βούλει κατιδεῖν τίνι παρόμοιος ὁ βίος ἡμῶν, μνημόνευσον εἴποτε ὥρᾳ θέρους ὁδοιπορῶν ἐθεάσω δένδρον ἀμφιλαφές, ἐπὶ πολὺ τοῦ πλάτους καὶ τοῦ μήκους διῆκον, ἱκανὸν τῇ σκιᾷ οἰκίας πληρῶσαι χρείαν. Τούτῳ τερφθεὶς ὑπῆλθες καί, ἐφ' ὅσον ἐξῆν, ἐκεῖσε κατέμεινες. 2.3.3 Ἐπεὶ δὲ ἔδει πάλιν ἀπᾶραι καὶ σοῦ βουλευομένου τὴν ἄφιξιν, ἕτερος ὁδοιπόρος ἐπέστη. Καὶ σὺ μὲν ἐφόρτους τὴν ἀποσκεύην, ὁ δὲ τὴν ἰδίαν καθῄρει καὶ πάντα τὰ σὰ ἀθρόον διεδέξατο, τὴν στιβάδα, τὸ πῦρ, τὴν τοῦ δένδρου σκίαν, τὸ παραρρέον ὕδωρ. Καὶ ὁ μὲν εἴχετο τῆς ἀνακλίσεως, σὺ δὲ τοῦ περιπάτου, Ἐτέρφθη κἀκεῖνος, εἶτα ἀφῆκεν· καὶ τὸ ἓν δένδρον ἐπὶ μιᾶς ἡμέρας ἐγένετο τυχὸν δέκα ξένων ὀλιγοχρόνιον καταγώγιον· καὶ τὸ πάντων γενόμενον ἑνὸς ἦν τοῦ ὄντως κυρίου. 2.3.4 Οὑτωσὶ δὲ καὶ αἱ περιουσίαι τῆς ἐνταῦθα διαγωγῆς τέρπουσι μὲν πολλοὺς καὶ τρέφουσι, τῆς δεσποτείας μόνῳ τῷ Θεῷ προσηκούσης τῷ ἄφθαρτον καὶ ἀνώλεθρον ἔχοντι τὴν ζωήν. Ἐθεάσω καὶ πανδοχεῖον, ἐφ' οὗ πάντως ὁδεύων κατέλυσας· ἔλαβες δὲ ἐκεῖθεν πολλὰ βαστάζων μηδέν, κλίνην, τράπεζαν, ἐκπώματα, πίνακα, ἄλλα σκεύη παντοδαπά. Οὐδέπω δέ που πρὸς αὐτάρκειαν χρησαμένου ἧκεν ἄλλος πνευστιῶν, κεκονιμένος, κατεπείγων σε καὶ ἐξείργων τοῦ πανδοχείου καὶ ζητῶν τὰ ἀλλότρια ὡς ἐξαίρετα. 2.4.1 Τοιοῦτος ἡμῶν ὁ βίος, ἀδελφοί, καὶ εἴ τι τῶν λεχθέντων παροδικώ τερον. Ἐγὼ δὲ θαυμάζω τοὺς λέγοντας· τὸ χωρίον μου· καί, ἡ οἰκία μου· ὅπως ματαίῳ συλλαβῇ ἐξοικειοῦνται τὰ μὴ προσήκοντα καὶ τρισὶ στοιχείοις ἀπατηλοῖς ἐναγκαλίζονται τὰ ἀλλότρια. Ὡς γὰρ τὰ τῶν θαυματοποιῶν προσωπεῖα ἔχει μὲν οὐδεὶς κατ' ἐξαίρετον, πάντες δὲ ἐπίθενται οἱ τῶν δραμάτων ὑποκριταί, οὕτως τὴν γῆν καὶ τὰς ἀπ' ἐκείνης ὕλας ἄλλοι ἐξ ἄλλων ὡς ἱμάτια μετενδύονται. 2.4.2 Μή τι βασιλείας, εἰπέ μοι, δυνατώτερον; ἀλλ' ὅμως ἐρεύνησον τὰ βασίλεια· ζήτησον χλανίδας βασιλικάς· εὑρήσεις δὲ ταύτας ἱκανάς, αἳ πολλῶν βασιλέων ἐνέδυσαν σώματα. Ὁμοίως δὲ καὶ τοὺς στεφάνους καὶ