7
προπεπαιδευμένος περὶ τῶν κατὰ τὸν βίον, οὐδέ ποτε ἀκύμονα ζωὴν καὶ ἀτάραχον ζήσῃ. Τοῦτο δέ σοι ῥᾳδίως κατορθωθήσεται, ἐὰν ἔχῃς τὴν ἐντολὴν σύνοικον, τὴν πάντοτε χαίρειν σοι παραινοῦσαν· ἀποπεμπόμενος μὲν τὰ ὀχληρὰ τῆς σαρκὸς, συνάγων δὲ τὰς τῆς ψυχῆς εὐφροσύνας· καὶ τῶν μὲν παρόντων τὴν αἴσθησιν ὑπερβαίνων, πρὸς δὲ τὴν ἐλπίδα τῶν αἰωνίων ἀποτείνων τὴν ἔννοιαν, ὧν καὶ μόνη ἡ φαντασία ἐξαρκεῖ τὴν ψυχὴν εὐφροσύνης πληρῶσαι, καὶ τὸ 31.237 ἀγγελικὸν ἀγαλλίαμα ταῖς καρδίαις ἡμῶν ἐνοικίσαι· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.