7
δημιουργός; τίς ὁ τὴν ἐπιορκίαν γεννήσας; Οὐχ ὁ πλοῦτος; οὐχ ἡ περὶ τοῦτον σπουδή; Τί πάσχετε, ἄνθρωποι; τίς ὑμῖν τὰ ὑμέτερα εἰς τὴν καθ' ὑμῶν ἐπιβουλὴν περιέτρεψε; Συνεργία πρὸς τὸ ζῇν. Μὴ γὰρ ἐφόδια κακῶν ἐδόθη τὰ χρή ματα; Λύτρον ψυχῆς. Μὴ γὰρ ἀφορμὴ ἀπωλείας; Ἀλλ' ἀναγκαῖος ὁ πλοῦτος διὰ τοὺς παῖδας. Εὐπρόσωπος ἀφορμὴ πλεονεξίας αὕτη· τοὺς γὰρ παῖδας προβάλλεσθε, τὴν δὲ καρδίαν πληροφορεῖτε. Μὴ αἰτιῶ τὸν ἀναίτιον· ἴδιον ἔχει δεσπότην, ἴδιον οἰκονόμον· παρ' ἄλλου τὴν ζωὴν ἐδέξατο, παρ' αὐτοῦ τὰς ἀφορμὰς ἀναμένει τοῦ βίου. Μὴ τοῖς γεγαμηκόσιν οὐκ ἐγράφη τὰ Εὐαγγέλια· Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρ χοντα, καὶ δὸς πτωχοῖς; Ὅτε ᾔτεις παρὰ τοῦ Κυρίου τὴν εὐπαιδίαν, ὅτε ἠξίους γενέσθαι τέκνων πατὴρ, ἆρα προσέθηκας τοῦτο· ∆ός μοι τέκνα, ἵνα παρακούσω τῶν ἐντολῶν σου; δός μοι τέκνα, ἵνα μὴ φθάσω εἰς τὴν βασιλείαν τῶν οὐρανῶν; Τίς δὲ καὶ ἐγγυητὴς ἔσται τῆς τοῦ παιδὸς προ αιρέσεως, ὅτι εἰς δέον χρήσεται τοῖς δοθεῖσι; Πολλοῖς γὰρ ὁ πλοῦτος ὑπηρέτης ἀκολασίας ἐγένετο. Ἢ οὐκ ἀκούεις τοῦ Ἐκκλησιαστοῦ λέγοντος· Εἶδον ἀῤῥωστίαν δεινὴν, πλοῦτον φυλασσόμενον τῷ παρ' αὐτοῦ εἰς κακίαν αὐτῷ; καὶ πάλιν, ὅτι· Ἀφίω ἐγὼ αὐτὸν τῷ ἀνθρώπῳ τῷ μετ' ἐμέ. Καὶ τίς οἶδεν εἰ σοφὸς ἔσται ἢ ἄφρων; Ὅρα δὴ οὖν μὴ, μετὰ μυρίων πόνων τὸν πλοῦτον ἀθροίσας, ὕλην ἁμαρτημάτων ἑτέροις παρασκευάσῃς, εἶτα εὑρεθῇς διπλᾶ τιμωρούμενος, ὧν τε αὐτὸς ἠδίκησας, καὶ ὧν ἕτερον ἐφωδίασας. Μὴ οὐχὶ παντὸς τέκνου οἰκειοτέρα σοῦ ἐστιν ἡ ψυχή; Μὴ οὐχὶ πάντων μᾶλλον εἰς οἰκειότητα προσεγγίζει; Πρώτῃ αὐτῇ ἀπόδος τὰ πρεσβεῖα τῆς κληρονομίας, πλουσίας αὐτῇ παράσχου τὰς ἀφορμὰς τῆς ζωῆς· καὶ τότε τοῖς παισὶ διαιρήσεις τὸν βίον. Οἱ μέν γε παῖδες παρὰ γονέων μὴ διαδεξάμενοι, ἑαυτοῖς πολλάκις οἴκους ἐποίησαν· ἡ ψυχὴ δὲ, παρὰ σοῦ ἐγκαταλειφθεῖσα, παρὰ τίνος ἐλεηθήσεται;
8 -Εἴρηται πρὸς τοὺς πατέρας ἃ εἴρηται· οἱ ἄτεκνοι τίνα ἡμῖν εὐπρόσωπον αἰτίαν τῆς φειδωλίας προβάλλονται; Οὐ πωλῶ τὰ ὑπάρχοντα, οὐδὲ δίδωμι τοῖς πτωχοῖς, διὰ τὰς ἀναγκαίας τοῦ βίου χρείας. Οὐκοῦν οὐχ ὁ Κύριός σου διδάσκαλος, οὐδὲ τὸ Εὐαγγέλιον ῥυθμίζει σου τὸν βίον, ἀλλ' αὐτὸς σὺ νομοθετεῖς σεαυτῷ. Βλέπε δὲ εἰς οἷον κίνδυνον ἐμπίπτεις οὕτω διανοούμενος. Εἰ γὰρ ὁ μὲν Κύριος ὡς ἀναγκαῖα ἡμῖν διετάξατο, σὺ δὲ ὡς ἀδύνατα παραγράφῃ, οὐδὲν ἕτερον ἢ φρονιμώτερον σεαυτὸν εἶναι λέγεις τοῦ νομοθέτου. Ἀλλ' ἀπολαύσας αὐτῶν παρὰ πᾶσάν μου τὴν ζωὴν, μετὰ τὴν τελευτὴν τοῦ βίου διαδόχους ποιήσομαι τῶν ἐμοὶ προσόντων τοὺς πένη τας, γράμμασι καὶ διαθήκαις κυρίους αὐτοὺς τῶν ἐμῶν ἀποδείξας. Ὅτε οὐκέτι ἔσῃ ἐν ἀνθρώποις, τότε γενήσῃ φιλάνθρωπος· ὅταν νεκρόν σε ἴδω, τότε σε εἴπω φιλάδελφον. Πολλή σοι χάρις τῆς φιλοτιμίας, ὅτι ἐν τῷ μνήματι κείμενος, καὶ εἰς γῆν διαλυθεὶς, ἁδρὸς γέγονας ταῖς δαπάναις καὶ μεγαλόψυχος. Ποίων, εἰπέ μοι, καιρῶν τοὺς μισθοὺς ἀπαιτήσεις, τῶν ἐν τῇ ζωῇ, ἢ τῶν μετὰ τὴν ἀποβίωσιν; Ἀλλ' ὃν μὲν ἔζης χρόνον, καθηδυ παθῶν τοῦ βίου καὶ τῇ τρυφῇ διαῤῥέων, οὐδὲ προσβλέπειν ἠνείχου τοὺς πένητας· ἀποθανόντος δὲ ποία μὲν πρᾶξις; ποῖος δὲ μισθὸς ἐργασίας ὀφεί λεται; ∆εῖξον τὰ ἔργα, καὶ ἀπαίτει τὰς ἀντιδόσεις. Οὐδεὶς μετὰ τὸ λυθῆναι τὴν πανήγυριν πραγματεύεται· οὐδὲ μετὰ τοὺς ἀγῶνας ἐπελθὼν στεφανοῦ ται· οὐδὲ μετὰ τοὺς πολέμους ἀνδραγαθίζεται· οὐ τοίνυν οὐδὲ μετὰ τὴν ζωὴν εὐσεβεῖ δηλονότι. Ἐν μέλανι καὶ γράμμασι κατεπαγγέλλῃ τὰς εὐποιίας. Τίς οὖν ἀναγγελεῖ σοι τὸν καιρὸν τῆς ἐξόδου; τίς ἐγγυητὴς ἔσται τοῦ τρόπου τῆς τελευτῆς; Πόσοι ὑπὸ βιαίων ἀνηρπάσθησαν συμπ τωμάτων, οὐδὲ φωνὴν ῥῆξαι συγχωρηθέντες ὑπὸ τοῦ πάθους; Πόσους πυρετὸς ἐποίησεν ἔκφρονας; Τί οὖν ἀναμένεις καιρὸν, ἐν ᾧ πολλάκις οὐδὲ τῶν λογισμῶν τῶν σεαυτοῦ ἔσῃ κύριος; Νὺξ βαθεῖα, καὶ νόσος βαρεῖα, καὶ ὁ βοηθῶν οὐδαμοῦ· καὶ ὁ ἐφεδρεύων τῷ κλήρῳ ἕτοιμος, πάντα πρὸς τὸ ἑαυτοῦ χρήσιμον διοικούμενος, ἄπρακτά σοι ποιῶν τὰ βουλεύματα. Εἶτα