1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

7

. Ὁ οὖν εἰδὼς τὴν ἀληθῆ δικαιοσύνην, καὶ δι' αὐτῆς διδαχθεὶς τὸ οἰκεῖον ἀπονέμειν ἑκάστῳ, οὗτος δύναται κατευθύνειν τὸ κρῖμα. Ὥσπερ γὰρ ὁ τοξότης πρὸς τὸν σκοπὸν ἀπευθύνει τὸ βέλος, οὔτε ὑπερβολαῖς, οὔτε ἐλλείψεσιν, οὔτε ταῖς ἐφ' ἑκάτερα παρατροπαῖς ἀποπλανῶν τὴν τοξείαν· οὕτως ὁ κριτὴς τοῦ δικαίου καταστοχάζεται, οὔτε πρόσωπα λαμβάνων (γνωρίζειν γὰρ πρόσωπον ἐν κρίσει οὐ καλόν), οὔτε ποιῶν κατὰ πρόσκλισιν, ἀλλ' εὐθείας καὶ ἀδια- στρόφους ἐκφέρων τὰς κρίσεις. Καὶ δύο κρινομένων παρ' αὐτῷ, τοῦ τε πλεονεκτοῦντος καὶ τοῦ τὸ ἔλαττον ἔχοντος, ἕστηκεν ὁ κριτὴς ἐπανισῶν αὐτοὺς πρὸς ἀλλήλους, καὶ τοσοῦτον ἀφαιρῶν τοῦ ὑπερέχοντος, ὅσον ἐλαττούμενον εὑρίσκει τὸν ἀδικούμενον. Ὁ δὲ τὴν ἀληθῆ δικαιοσύνην μὴ ἔχων προεναποκειμένην αὐτοῦ τῇ ψυχῇ, ἀλλ' ἢ χρήμασι διεφθαρμένος, ἢ φιλίᾳ χαριζόμενος, ἢ ἔχθραν ἀμυνόμενος, ἢ δυναστείαν δυσωπούμενος, τὸ κρῖμα κατευθύνειν οὐ δύναται. Πρὸς ὃν ἐρεῖ ὁ ψαλμὸς τό· Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθείας κρίνατε, υἱοὶ τῶν ἀνθρώπων. Ἔλεγχος γὰρ τῆς τοῦ δικαίου διαθέσεως ἡ περὶ τὸ κρίνειν ὀρθότης. Ὅθεν καὶ αὐτὸς προϊὼν ἀπαγορεύει λέγων· Στάθμιον μέγα καὶ μικρὸν, βδελυκτὰ παρὰ Κυρίῳ, τὸ περὶ τὴν κρίσιν ἄνισον τῇ τῶν σταθμίων προσηγορίᾳ παροιμιακῶς αἰνισσόμενος. Οὐ μόνον δὲ τοῖς δικάζουσι τοῦτο χρήσιμον, ἀλλὰ καὶ ταῖς περὶ ἑκάστου τῶν κατὰ τὸν βίον ἐκλογαῖς. Ἐπειδή τι ἔχομεν παρ' ἑαυτοῖς κριτήριον φυσικὸν, δι' οὗ τὰ καλὰ τῶν πονηρῶν διακρίνομεν, ἀναγκαῖον ἡμῖν ἐν τῇ ἐκλογῇ τῶν πρακτέων ὀρθὰς ποιεῖσθαι τῶν πραγμάτων τὰς διακρίσεις· καὶ, οἷόν τινα δικαστὴν ἴσῃ καὶ δικαιοτάτῃ γνώμῃ τοῖς ἐναντίοις βραβεύοντα, πείθεσθαι μὲν τῇ ἀρετῇ, καταδικάζειν δὲ τὴν κακίαν. Οἷον πορνεία καὶ σωφροσύνη παρὰ σοὶ κρίνεται, καὶ ὑψηλὸς προκαθέζεταί σου ὁ νοῦς πεπιστευμένος τὸ δικαστήριον· καὶ ἡ μὲν ἡδονὴ συνηγορεῖ τῇ πορνείᾳ, ὁ δὲ φόβος τοῦ Θεοῦ τῇ σωφροσύνῃ συνίσταται.

Ἐὰν μὲν οὖν καταδικάσῃς τὴν ἁμαρτίαν, δῷς δὲ νικῆσαι τὴν σωφροσύνην, εὐθεῖαν ἐποιήσω τὴν κρίσιν τοῦ πράγματος· ἐὰν δὲ, τῇ ἡδονῇ δοὺς τὴν ῥοπὴν, προτιμοτέραν ἀποφήνῃς τὴν ἁμαρτίαν, σκολιὸν ἐποιήσω τὸ κρῖμα, ὑπόδικος γενόμενος τῇ ἀρᾷ τοῦ εἰπόντος· Οὐαὶ οἱ λέγοντες 31.408 τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν· οἱ λέγοντες τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς. Ἐπεὶ οὖν, κατ' αὐτὸν τὸν Σολομῶντα, Λογισμοὶ δικαίων κρίματα, ἔνδον ἐν τῷ κεκρυμμένῳ τῶν λογισμῶν κριτηρίῳ σπουδάζειν χρὴ τὰς περὶ τοῦ πράγματος κρίσεις ἀπαρατρέπτους ποιεῖσθαι, καὶ τὸν νοῦν τρυτάνῃ ἔχειν προσεοικότα, ἀκλινῶς ἕκαστον τῶν πρακτέων ζυγοστατοῦντα. Ὅταν ἑκάστη ἐντολὴ παρὰ σοὶ πρὸς τὴν ἀντικειμένην αὐτῇ κακίαν διαδικάζηται, δὸς τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τῆς ἁμαρτίας τὰ νικητήρια. Πλεονασμὸς καὶ ἰσότης κρίνονται; ἀπόφηνε κατὰ τῆς τῶν ἀλλοτρίων ἐπιθυμίας, δὸς τὴν βελτίονα ψῆφον τῇ ἀρετῇ. Λοιδορία καὶ μακροθυμία ἀλλήλαις ἀντικαθίστανται; καταίσχυνον τὴν λοιδορίαν, καὶ προτίμησον τὸ μακρόθυμον. Ἔχθρα καὶ ἀγάπη; τὴν μὲν ἄτιμον ποιήσας, ὑπερόρισον ὡς ποῤῥωτάτω· τὴν δὲ ἀγάπην σεμνύνας, οἰκείαν ποίησον σεαυτῷ. Ὑπόκρισις καὶ ἁπλότης, ἀνδρία καὶ δειλία, φρόνησις καὶ ἀφροσύνη, δικαιοσύνη καὶ ἀδικία, σωφροσύνη καὶ ἀκολασία, καὶ συνελόντι φῆσαι, πᾶσα ἀρετὴ πρὸς πᾶσαν κακίαν διαδικάζεται; Τότε δὴ οὖν ἐπίδειξαι τὴν εὐθύτητα τῶν κριμάτων, ἐν τῷ κρυπτῷ σου τῆς ψυχῆς κριτηρίῳ, καὶ οἱονεὶ πάρεδρον σεαυτῷ τὴν ἐντολὴν ποιησάμενος, δεῖξον τὸ μισοπόνηρον· ἀποστρεφόμενος μὲν τὰς ἁμαρτίας, ὑπερτιμῶν δὲ τὰς ἀρετάς. Ἐὰν γὰρ ἐφ' ἑκάστης πράξεως νικᾷν ποιήσῃς παρὰ σοὶ τὰ βελτίονα, μακάριος ἔσῃ Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ Εὐαγγέλιον ἡμῶν, καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων, οὐκ ἀπέρχῃ καταδεδικασμένος διὰ τὴν πρὸς