7
Ὅτι, δοχεῖον ὢν πάσης κακίας, ἐδέ ξατο καὶ τοῦ φθόνου τὴν νόσον, καὶ ἐβάσκηνεν ἡμῖν τῆς τιμῆς. Οὐ γὰρ ἤνεγκεν ἡμῶν τὴν ἄλυπον ζωὴν τὴν ἐν τῷ παραδείσῳ· δόλοις δὲ καὶ μηχαναῖς ἐξαπα τήσας τὸν ἄνθρωπον, καὶ τὴν ἐπιθυμίαν αὐτοῦ, ἣν ἔσχε πρὸς τὸ ὁμοιωθῆναι τῷ Θεῷ, ταύτῃ πρὸς τὴν ἀπάτην ἀποχρησάμενος, ἔδειξε τὸ ξύλον, καὶ ἐπηγ γείλατο διὰ τῆς βρώσεως αὐτοῦ ὅμοιον τῷ Θεῷ καταστήσειν. Ἐὰν γὰρ φάγητε, φησὶν, ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. Οὐκ ἐχθρὸς τοίνυν ἡμῖν κατεσκευάσθη, ἀλλ' ἐκ ζηλοτυπίας ἡμῖν εἰς ἔχθραν ἀντικατέστη. Ὁρῶν γὰρ ἑαυτὸν ἐκ τῶν ἀγγέ λων καταῤῥιφέντα, οὐκ ἔφερε βλέπειν τὸν γήϊνον ἐπὶ τὴν ἀξίαν τῶν ἀγγέλων διὰ προκοπῆς ἀνυψούμενον. Ἐπειδὴ οὖν γέγονεν ἐχθρὸς, ἐφύλαξεν ἡμῖν ὁ Θεὸς τὴν πρὸς αὐτὸν ἐναντίωσιν, δι' ὧν τῷ ὑπηρετησα μένῳ αὐτῷ θηρίῳ διελέγετο, πρὸς αὐτὸν ἀναφέρων τὴν ἀπειλήν· ὅτι Ἔχθραν θήσω ἀναμέσον σοῦ καὶ ἀναμέσον τοῦ σπέρματος αὐτῆς. Τῷ ὄντι γὰρ βλα βεραὶ αἱ πρὸς τὴν κακίαν καταλλαγαί· ἐπειδὴ νόμος οὗτος φιλίας δι' ὁμοιότητος πέφυκε τοῖς συν απτομένοις ἐγγίνεσθαι. Ὅθεν ὀρθῶς ἔχει τὸ, Φθεί ρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. Ὡς γὰρ ἐν τοῖς νοσοποιοῖς χωρίοις ὁ κατὰ μέρος ἀναπνεόμενος ἀὴρ λανθάνουσαν νόσον τοῖς ἐνδιαιτωμένοις ἐναποτίθεται· οὕτως ἡ πρὸς τὰ φαῦλα συνήθεια μεγάλα κακὰ ταῖς ψυχαῖς ἐναφίησι, κἂν τὴν παραυτίκα αἴσθησιν τὸ βλα βερὸν διαφεύγῃ. ∆ιὰ τοῦτο ἀδιάλλακτος ἡ πρὸς τὸν ὄφιν ἔχθρα. Εἰ δὲ τὸ ὄργανον τοσούτου μίσους ἄξιον, πόσον ἐχθραίνειν ἡμᾶς τῷ ἐνεργήσαντι προσῆκεν; Ἀλλὰ καὶ διὰ τί ἦν τὸ ξύλον, φησὶν, ἐν τῷ παρα δείσῳ, δι' οὗ τῷ διαβόλῳ ἔμελλε προχωρήσειν ἡ καθ' ἡμῶν ἐπιχείρησις; Εἰ γὰρ μὴ εἶχε τῆς ἀπάτης τὸ δέλεαρ, πῶς ἂν ἡμᾶς διὰ τῆς παρακοῆς εἰς τὸν θάνα τον ὑπηγάγετο; Ὅτι ἔδει εἶναι ἐντολὴν τὴν δοκι μάζουσαν ἡμῶν τὸ ὑπήκοον.
∆ιὰ τοῦτο ἦν φυτὸν ὡραίων καρπῶν εὔφορον, ἵνα ἐν τῇ ἀποχῇ τοῦ ἡδέος, τὸ τῆς ἐγκρατείας καλὸν ἐπιδειξάμενοι, τῶν τῆς ὑπομονῆς στεφάνων δικαίως ἀξιωθῶμεν. Ἐπηκολού θησε δὲ τῇ βρώσει οὐ παρακοὴ μόνον τῆς ἐντο λῆς, ἀλλὰ καὶ ἡ ἐπίγνωσις τῆς γυμνότητος. Ἔφα γον γὰρ, φησὶ, καὶ διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλ 31.349 μοὶ, καὶ ἔγνωσαν, ὅτι γυμνοί εἰσιν. Ἔδει δὲ μὴ γινώσκειν τὴν γύμνωσιν, ἵνα μὴ ὁ νοῦς τοῦ ἀνθρώ που περιεσπᾶτο πρὸς τὴν τοῦ λείποντος ἀναπλήρω σιν, ἀμφιέσματα ἑαυτῷ καὶ τῆς γυμνότητος παρα μυθίαν ἐπινοῶν, καὶ ὅλως τῇ τῆς σαρκὸς ἐπιμελείᾳ τῆς πρὸς Θεὸν ἐνατενίσεως ἀφελκόμενος. ∆ιὰ τί δὲ οὐκ εὐθὺς αὐτῷ συγκατεσκευάσθη καὶ τὰ ἐνδύματα; Ὅτι οὔτε φυσικὰ ἔπρεπεν εἶναι ταῦτα, οὔτε ἐκ τέ χνης. Τὰ μὲν γὰρ φυσικὰ ἴδια τῶν ἀλόγων ἐστίν· οἷον πτερὰ, καὶ τρίχες, καὶ δερμάτων παχύτητες, στέγειν μὲν χειμῶνας, φέρειν δὲ καύσωνας δυναμέ νων. Ἐν οἷς οὐδὲν τὸ ἕτερον τοῦ ἑτέρου διενήνοχεν, ὁμοτίμου πᾶσι τῆς φύσεως ὑπαρχούσης· ἀνθρώπῳ δὲ ἔπρεπε, κατὰ τὴν ἀναλογίαν τῆς πρὸς Θεὸν ἀγάπης, παρηλλαγμένας τῶν ἀγαθῶν τὰς ἀντιδόσεις ὑπάρχειν. Αἱ δὲ ἐκ τέχνης ἐπιτηδεύσεις ἀσχολίας ἂν ἐγένοντο πρόξενοι· ὃ μάλιστα φευκτὸν ἦν ὡς βλαβερὸν τῷ ἀνθρώπῳ. ∆ιὸ καὶ ὁ Κύριος, εἰς τὴν ἐν τῷ παραδείσῳ ζωὴν ἡμᾶς ἀνακαλούμενος, ἐκβάλλει τὴν μέριμναν τῶν ψυχῶν, λέγων· Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε· μηδὲ τῷ σώματι ὑμῶν, τί ἐνδύσησθε. Οὔτε οὖν ἐκ φύσεως ἔπρεπεν αὐτῷ ἔχειν τὰ σκεπάσματα, οὔτε ἐκ τέχνης· ἀλλ' ἕτερα ἦν ηὐτρεπισμένα, ἐπιδειξαμένῳ τὴν ἀρετὴν, τὰ ἐκ τῆς τοῦ Θεοῦ χάριτος ἐπανθεῖν τῷ ἀνθρώπῳ, καὶ περιαστράπτειν μέλλοντα φωτειναῖς τισι περιβολαῖς, ὁποῖαι αἱ τῶν ἀγγέλων, ὑπὲρ τὴν τῶν ἀνθέων ποικιλίαν, ὑπὲρ τὴν τῶν ἀστέρων φαιδρότητα καὶ στιλβότητα. ∆ιὰ τοῦτο οὖν οὐκ εὐθὺς αὐτῷ τὰ ἐνδύματα, ἐπειδὴ ἆθλα ἦν ἀρετῆς ἀποκείμενα τῷ ἀνθρώπῳ, εἰς ἃ φθάσαι ὑπὸ τῆς ἐπηρείας τοῦ διαβόλου οὐκ ἐπετράπη. Ἀγωνιστὴς τοίνυν ἕστηκεν ἡμῖν ὁ διάβολος διὰ τὸ ἐξ ἐπηρείας πάλαι γενόμενον ἡμῖν πτῶμα, τοῦ Κυρίου οἰκονομήσαντος ἡμῖν τὴν πρὸς