1

 2

 3

 4

 5

 6

 7

 8

 9

7

δακρύων, ἅπερ ἡμῖν παρεσκεύα σεν. Ἀλλὰ ποιήσωμεν, ἀδελφοὶ, τὸ τραῦμα τῷ δυσμενεῖ φορτικώτερον, ἐπιτείνωμεν τὸ πένθος αὐ τοῦ. Τὸ δὲ ὅπως, λέξω μὲν ἐγὼ, πράξατε δὲ ὑμεῖς. Εἰσί τινες ἐκ τῆς ἐπικρατείας τοῦ πυρὸς ἀναρπα σθέντες ὑπὸ τοῦ κτίσαντος, καὶ μηδεμίαν ἔχοντες περιλελειμμένην αὐτοῖς βίου λοιπὸν ἀφορμὴν, ἀλλὰ μόνῃ τῇ ψυχῇ καὶ τῷ σώματι διαφυγόντες τὸν κίν δυνον. Ἡμεῖς τοίνυν ὅσοι τῆς τῶν δυσχερῶν ἄγευ στοι πείρας ἐμείναμεν, κοινὴν ἐκείνοις προθῶμεν τὴν εὐπορίαν τὴν ἑαυτῶν.

Ἐναγκαλισώμεθα τοὺς περισωθέντας μόλις τῶν ἀδελφῶν, εἴπωμεν πρὸς ἕκαστον ἕκαστος· Νεκρὸς ἦν, καὶ ἀνέζησεν· ἀπο λωλὼς, καὶ εὑρέθη· καὶ τὸ συγγενὲς σῶμα σκεπά σωμεν. Ἀντιστήσωμεν ταῖς τοῦ δυσμενοῦς ἐπηρείαις τὴν ἡμετέραν παράκλησιν, ἵνα καὶ βλάπτων ἐκεῖνος μηδὲν μέγα βλάψαι δοκῇ, καὶ πολεμήσας, μηδένα δεῖξαι νενικημένον, καὶ περιελὼν τὴν εὐπορίαν τῶν ἀδελφῶν, ὑπὸ τῆς ἡμετέρας φιλοτιμίας φανείη νικώ μενος. Ὑμεῖς δὲ οἱ διαφυγόντες τὸν κίνδυνον, ἀδελφοὶ, μὴ σφόδρα ἄχθεσθε τοῖς συμβεβηκόσι κακοῖς, μηδὲ κατασεισθῆτε τὴν ἔννοιαν, ἀλλ' ἀποτινάξασθε τὴν τῆς λύπης ἀχλὺν, καὶ τὰς ψυχὰς ἀναῤῥώσατε λογι σμοῖς ἀνδρειοτέροις χρησάμενοι, καὶ τὸ συμβεβηκὸς στεφάνων ποιήσασθε πρόφασιν. Ἂν γὰρ ἀκατάσει στοι μείνητε, καὶ τῇ πίστει φανήσεσθε δοκιμώτε ροι, καθάπερ χρυσὸς εὐγενὴς ἐκ τοῦ πυρὸς ἀναλάμ ψαντες, καὶ τῷ δυσμενεῖ τὴν αἰσχύνην αὐξήσετε μᾶλλον, ὡς οὐδὲ δάκρυον ὑμῖν δυνηθέντι κινῆσαι, δι' ὧν ἐπεβούλευσεν. Ἀναμνήσατε τῆς τοῦ Ἰὼβ ἑαυτοὺς καρτερίας. Εἴπατε πρὸς ἑαυτοὺς ἅπερ ἐκεῖνος· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυ ρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. Καὶ μηδεὶς ἐξ ὧν ἔπαθεν ἀναπεισθῇ λογίσασθαί τε καὶ λέγειν, ὡς ἄρα οὐδεμία πρόνοια τάττει τὰ καθ' ἡμᾶς, μηδὲ κατ ηγορείτω τῆς οἰκονομίας τοῦ ∆εσπότου καὶ κρίσεως· ἀλλ' εἰς τὸν ἀθλητὴν ἐκεῖνον ὁράτω, κἀκεῖνον σύμ βουλον ποιείσθω τοῦ κρείττονος. Ἀναλογιζέσθω τοὺς ἀγῶνας ἅπαντας ἐφεξῆς, ἐφ' οἷς ἐκεῖνος ἠρίστευσε· καὶ πόσοις βέλεσιν ὑπὸ τοῦ διαβόλου βληθεὶς, οὐκ ἐδέξατο καιρίαν πληγήν. Περιεῖλε μὲν γὰρ αὐτοῦ τὴν εὐπραγίαν τῶν οἰκείων, καταχῶσαι δὲ αὐτὸν ταῖς ἐπαλλήλοις τῶν κακῶν ἐβουλεύσατο φήμαις.

Ἔτι 31.560 γὰρ τοῦ προτέρου τὴν τοιάνδε συμφορὰν ἐξαγγέλ λοντος, ἕτερος ἄγγελος ἤρχετο, χειρόνων πραγμά των φέρων κατήφειαν· ἀλλήλοις τε ἐπισυνήπτετο τὰ δεινὰ, καὶ τὴν τῶν κυμάτων ἐπιδρομὴν ἐζήλουν αἱ συμφοραὶ, καὶ πρὶν ἢ παυθῆναι τὸ πρότερον δά κρυον, ἑτέρου προσήγετο πρόφασις. Ὁ δίκαιος δὲ ὥσπερ τις πρόβολος εἱστήκει, τὰς τοῦ χειμῶνος ὑποδεχόμενος προσβολὰς, καὶ ἀλλοιῶν εἰς ἀφρὸν τῶν κυμάτων τὴν βίαν, καὶ τὴν εὐγνώμονα πρὸς τὸν ∆εσπότην ἠφίει φωνήν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· καὶ οὐδὲν τῶν συμβαινόντων δακρύων ἠξίωσεν. Ἐπειδὴ δὲ ἧκέ τις ἀγγέλλων, ὡς τοῖς παισὶ καὶ ταῖς θυγατράσιν εὐωχουμένοις ἐπετίναξε πνεῦμά τι βίαιον τὸ τῆς εὐφροσύνης δωμάτιον, τότε μό νον τὴν ἐσθῆτα διέῤῥηξε, τὸ τῆς φύσεως ἐπιδει κνύμενος συμπαθὲς, καὶ ὅτι πατὴρ εἴη φιλόστορ γος οἷς ἔπραττε μαρτυρόμενος. Πλὴν καὶ τότε ταῖς λύπαις ὅρον καὶ μέτρον ἐπιτιθεὶς, καὶ ταῖς εὐσεβέσιν ἐκείναις φωναῖς κοσμῶν τὸ γινόμενον, ἔλεγεν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο, μονονουχὶ τοιαῦτα βοῶν· Ἐκλήθην πατὴρ ἐφ' ὅσον ὁ τοῦτό με ποιήσας ἐβούλετο χρόνον. Περιελεῖν μου τὸν ἐκ τῆς γονῆς στέφανον ἐβουλεύσατο πάλιν, οὐ διαμάχομαι περὶ τῶν ἰδίων αὐτῷ. Κρατείτω τὸ τῷ ∆εσπότῃ δοκοῦν· αὐτός ἐστιν ὁ πλάστης τοῦ γένους, ἐγὼ δὲ ὄργανον. Τί με χρὴ δοῦλον ὄντα δυσχεραίνειν ἀν όνητα, καὶ μέμφεσθαι ψῆφον ἣν οὐ δύναμαι λύειν; Τοιούτοις τὸν διάβολον ὁ δίκαιος κατηκόντιζε ῥή μασιν. Ἐπειδὴ δὲ αὐτὸν νικῶντα εἶδε πάλιν ὁ δυσμε νὴς, καὶ οὐδενὶ τούτων τιναχθῆναι δυνάμενον, αὐτῇ τῇ