1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

7

Ἀσίᾳ· ἐλθόντες δὲ κατὰ τὴν Μυσίαν, ἐπείραζον εἰς τὴν Βηθυνίαν πορευθῆναι, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα Ἰησοῦ." Ὡς πάντα προγιγνώσκων, καὶ αὐτεξούσιος Θεὸς, ὄπου μὲν λαλῆσαι, ὅπου δὲ πορευθῆναι αὐτοὺς οὐκ ἀφῆκεν, διὰ τὸ συμφέρον· ἴσον ποιῶν τῷ Υἱῷ, εἰπόντι· "Μὴ βαστάζετε πήραν, ἢ ῥάβδον, ἢ ὑποδήματα·" καὶ αὖθις οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροί φασιν· "Ἔδοξεν γὰρ τῷ ἁγίῳ Πνεύματι καὶ ἡμῖν, μηδὲν πλέον ἐπι 39.624 θέσθαι ὑμῖν βάρος, πλὴν τούτων, ὧν ἐπάναγκες ἀπέχεσθαι ὑμᾶς ἀπὸ εἰδωλοθύτων, καὶ αἵματος, καὶ πνικτοῦ, καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς, εὖ πράξετε." Τὸ δόξαν τῷ ὑπεξουσίῳ, καὶ μὴ κυρίῳ, οὐδεὶς προσίεται· πᾶν δὲ ὅ τι ἂν δόξῃ βασιλεῖ καὶ τοῖς ὑπ' αὐτοῦ προχειρισθεῖσιν, τοῦτο νόμος. τοῖς μὲν ὑπηκόοις ἔπαινον, τοῖς δ' ἀπειθοῦσι κίνδυνον φέρων. "Ἡ" γὰρ "παρακοὴ," φησὶν, "θάνατον κατεργάζεται· ἡ δὲ ὑπακοὴ, ζωὴν αἰώνιον·" Κρείσσων γὰρ βασιλεὺς, ὅτε χώσεται ἀνδρὶ χέρηϊ. Καθὰ τοίνυν εἴωθεν βασιλεὺς μὲν τὰς ἑαυτοῦ νομοθεσίας τοῖς ἔγγιστα μεγάλοις ἄρχουσι καταπέμπειν, οἷς τὰς ἡνίας τῶν ἀρχομένων δέδωκεν· ἐκείνους δὲ, πάντων εἰς γνῶσιν φέρειν τυποῦντας, ὑποκύπτειν τοῖς παρὰ βασιλέως θεσπισθεῖσιν, καὶ ἀπειλοῦντας τοῖς παραβαίνουσιν κίνδυνον· οὕτω καὶ οἱ ἀπόστολοι, οὓς ἔθετο πρώτους ὁ Θεὸς, τὸ αὐτεξούσιον τοῦ Πνεύματος, καὶ τὸ πρὸς τὸν Πατέρα ὁμοούσιον εἰδότες, ἐπέστελλον· Ἔδοξεν, φησὶν, τάδε καὶ τάδε τῷ ἁγίῳ Πνεύματι ὡς βασιλεῖ, καὶ ἐξουσιαστῇ, καὶ κηδεμόνι τοῦ γένους· καὶ ἡμῖν δὲ, ὡς προεστηκέναι ἀφορισθεῖσιν τῆς πίστεως καὶ τῶν Ἐκκλησιῶν. "Ἐξ ὧν διατηροῦντες ἑαυτοὺς, εὖ πράξετε·" παρατρώσαντες δὲ, φησὶν, τὸ ἐναντίον πείσεσθε. Ἐμέμνηντο γὰρ τοῦ Σωτῆρος αὐτοῖς εἰρηκότος ἐν τῷ κατὰ Μάρκον Εὐαγγελίῳ· "Οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον." Καὶ ὥστε μήτινα ὑπολαβεῖν μικρὸν εἶναι, ὃ μέτιμεν νῦν κεφάλαιον, πιστεύειν δὲ τὴν αὐτὴν εἶναι τῇ ἁγίᾳ Τριάδι θέλησιν, πρόσταξίν τε, ἐνέργειάν τε, οἷς ἕπεται τὸ καὶ τὴν αὐτὴν εἶναι αὐτῇ θεότητα· Παῦλος ὁ πρῶτον γενόμενος νομομαθὴς καὶ διώκτης, καὶ ὕστερον αὐτῆς τῆς ἀφθέγκτου οἰκονομίας ἀναδειχθεὶς μυσταγωγὸς, συνᾴδοντα περὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ διαγορεύει, 39.625 γράψας Κορινθίοις μὲν τὸ πρῶτον· "Ἀλλ' οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους·" καὶ ἀλλαχοῦ· "Λέγω δὲ οὐκ ἐγὼ, ἀλλ' ὁ Κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι·" Γαλάταις δέ· "Ὅτε εὐδόκησεν ὁ Θεὸς, ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν·" καὶ ἑτέρωθι· "Καθὼς καὶ δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ πιστευθῆναι τὸ Εὐαγγέλιον, οὕτως λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν" Οὐδὲν δὲ ἧττον καὶ ὁ Σωτὴρ τοῖς μαθηταῖς εἰπεῖν ἠξίωσεν· "Ἐγὼ ὑμᾶς ἐξελεξάμην."

Γʹ Ὅτι νομοθετεῖ καὶ προστάττει ἀποφαντικῶς ἑκάστοις τῶν ἔργων τὸ πρόσφορον, ὡς βασιλεὺς ἥμερον καὶ νόμιμον ἀνημμένος ἡγεμονίαν, καὶ εἰρήνην ἄπειρον τῷ σύμπαντι οὐρανῷ τε καὶ κόσμῳ βραβεύων, καὶ τὸ ἡγεμονικὸν μετὰ τοῦ κηδεμονικοῦ ἁρμοσάμενος. Μόνης δὲ τῆς τῶν ὅλων βασιλίδος φύσεως, τὸ θεσμοθετεῖν καὶ κρίνειν· ποιήματος δὲ, τὸ ὑπὸ νόμον καὶ κρίσιν τελεῖν. ∆ιωρίσατο γὰρ Παῦλος μὲν τὸ σκεῦος τῆς ἐκλογῆς, ὡς ἔφαμεν ἤδη, γράψας· "Ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου·" αἱ δὲ ἀποστολικαὶ Πράξεις, ἔχουσαι ὧδε· "Τοῦ Πέτρου διανοουμένου περὶ τοῦ ῥήματος, εἶπεν αὐτῷ τὸ Πνεῦμα· Ἰδοὺ ἄνδρες τρεῖς ζητοῦσίν σε. Ἀλλὰ ἀναστὰς κατάβηθι. καὶ πορεύου σὺν αὐτοῖς, μηδὲν διακρινόμενος· ὅτι ἐγὼ ἀπέσταλκα αὐτούς·" καὶ πάλιν· "Εἶπεν τὸ Πνεῦμα τῷ Φιλίππῳ· Πρόσελθε, καὶ κολλήθητι τῷ ἅρματι τούτῳ·" καὶ αὖθις ἀπὸ Ἀγάβου προφήτου· "Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Τὸν ἄνδρα, οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν·" καὶ Παῦλος·