1

 2

 3

 4

 5

 6

 7

 8

7

σκωληκοειδὲς οὖσα τι ζῶον· λειοτάτη δέ ἐστι τῇ ἁφῇ, ἥτις τοῖς χανδὸν τοῦ ὕδατος μεταλαμβάνουσι, λεληθότως ὑπεισέρχεται τῇ λειότητι· εἶτα περιπλακεῖσα ἔνδον τινὶ τῶν μορίων, οὐ πρότερον ἀποῤῥήγνυται, ἕως ἂν τῇ ἐκπόσει τοῦ αἵματος ἀποκτείνῃ τὸν ἄνθρωπον· αἱμοπότης γάρ ἐστι, καὶ ἐντεῦθεν τρέφεται καὶ αὔξεται. Ταύτῃ νῦν εἴκασε τὸν διάβολον. ὅστις βίᾳ τῶν ἀνθρώπων κρατεῖν οὐ δυνάμενος· τρισὶ γὰρ κέχρηται μάλιστα κατ' αὐτῶν ὁρμητηρίοις, ἥδων, θέλγων ἀπατῶν, καὶ διὰ τοῦτο κατὰ μικρὸν λεληθότως αὐτοὺς ἀναιρῶν· πρῶτον μὲν γὰρ αὐτοὺς ταῖς τῆς ψευδοδοξίας ὁδοῖς ἐνάγει πρὸς ἀπώλειαν, ὅπερ δὴ καὶ ᾅδην καλεῖ, τῷ τέλει τῆς δίκης δεικνὺς τῆς ἁμαρτίας τὸ μέγεθος· ἔπειτα περιβάλλων τῇ τῆς ἀκολασίας ἡδυπαθείᾳ, ὃ δὴ καὶ ἔρωτα καλεῖ γυναικῶν. Ἐπὶ τούτοις φιλαργυρίᾳ, ἤτοι πλεονεξίᾳ, ὅπερ δὴ καὶ γῆν οὐκ ἐμπιπλαμένην ὕδατος ἔφη· τοιαύτη γὰρ ἡ ψαμμώδης ἄπληστος.

Ταῦτα τοίνυν εἰσὶ τὰ πάθη, ἅτινα ἐξεύρηται τῷ πονηρῷ πρὸς τὴν τῶν ἀνθρώπων ἀπώλειαν, ἅπερ οὕτως φιλεῖ καὶ στέργει, ὡς ἂν θυγατέρας ἰδίας. Τὸ τέταρτον δὲ καλεῖ τὴν τούτων τριβὴν καὶ συνήθειαν· οὐδὲ γὰρ ὁ πρὸς ἅπαξ ψευδοδοξήσας, ἢ πορνεύσας, ἢ ἐπιθυμήσας τοῦ πλείονος, εὐθὺς ὑπέπεσε τοῖς παθήμασιν, ἀλλ' ὁ τῇ συνηθείᾳ λοιπὸν καὶ τὴν αἴσθησιν ἡττηθείς· τοιούτους γὰρ ἂν εὕροις τοὺς ταῖς ψευδοδοξίαις ἐντεθαμμένους, οὐδέποτε κόρον λαμβάνοντας, ἀλλ' ἀεὶ προεπιτείνοντας τὰ πάθη, ὡς καὶ ἑτέρους ἐπὶ ταῦτα προτρέπεσθαι. Ὥσπερ οὖν καὶ ὕδωρ καὶ πῦρ τῇ χορηγίᾳ τῶν προσφόρων οὐ παύεται, οὐδὲ λέγει, Ἀρκεῖ, ἀλλὰ μᾶλλον ἐπαῦον γίνεται· τό τε ὕδωρ τῇ ἐπιῤῥοῇ τοῦ ὕδατος οὐ λήγει, ἀλλ' αὔξεται· ἃ καὶ σὺ, φησὶν, ὦ παῖ, γινώσκων, ἀπέχου τούτων, ἵνα μὴ λάθῃς κατὰ βραχὺ, καθάπερ βδέλλῃ λειοτάτῃ, τῇ ἡδονῇ τὰν βίον ἀποσυλώμενος. Στ. ιθʹ, κʹ. Ἴχνη ἀετοῦ πετομένου, ἡ τοῦ σοφοῦ ψυχὴ, ἣ, σοφὸς οὖσα, ἀδυνάτως ἔχει πρὸς τὸ γνῶναι ἀφ' ἑαυτῆς τὰ τοῦ νοητοῦ ἀετοῦ πετάσματα· περὶ οὗ γέγραπται· Ἀετὸς ὁ μέγας καὶ ὁ μακρὸς τῇ ἐκτάσει καὶ πλήρης ὀνύχων, οὐκ ἔχων ἴχνος τῆς παρουσίας τοῦ διαβόλου, εἰ καὶ προέπτη μοι πόθεν οὐκ οἶδα· ἐκκλίνοντος γὰρ ἀπ' ἐμοῦ τοῦ πονηροῦ, οὐκ ἐγίνωσκον, τῷ μὴ ἔχειν με πρὸς αὐτὸν πόθον. Τοιαύτη ὁδὸς μοιχαλίδος, ἡ νενοθευμένη διδασκαλία. Στ. κβʹ. Ὁ ἐξ ἐθνῶν λαὸς, δοῦλος ὢν τῆς ἁμαρτίας καὶ τοῦ διαβόλου τὸ πρότερον· οὕτως· Ἐπ' ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς· καὶ, Ἄφρων πλησθῇ σιτίων τῶν τῆς ζωῆς· καὶ, Μισητὴ γυνὴ, ὅ ἐστι πόρνη· πόρνη γὰρ ἦν ἡ ἐξ ἐθνῶν Ἐκκλησία, ὀπίσω θεῶν ἀλλοτρίων πορευομένη· καὶ οἰκέτις ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν, ἡ τῶν ἐθνῶν Ἐκκλησία τὴν Συναγωγὴν οὖσαν κυρίαν· ταύτης γὰρ ὁ νόμος καὶ οἱ προφῆται δέονται. -Τῆς διανοητικῆς ἐπισκέψεως δούλη ἡ κατὰ τὸ γράμμα, ἣν Ἰουδαῖοι μὲν ὡς δέσποιναν προετίμων· τὰ δὲ ἔθνη μεταλαμβάνοντα τὸ ῥητὸν εἰς τὸ πνευματικὸν, τὴν ὡς δέσποιναν παρ' ἐκείνοις ἐξέβαλον, τὴν σωματικὴν τοῦ νόμου παρατήρησιν. Στ. κεʹ. Τὰ ἔθνη φησὶν, οἷς οὐκ ἔστιν ἰσχὺς, καὶ θησαυρίζουσιν ἑαυτοῖς δι' ἔργων ἀγαθῶν τὴν αἰώνιον 39.1644 ζωήν. Καὶ οἱ χοιρογρύλλιοι· εἶδος ἰχθύος, ἤτοι οἱ λαγωοὶ οἱ καλούμενοι οἴστροι, τὰ πρώην ἀσθενῆ ἔθνη, καταφυγόντα πρὸς τὸν Χριστόν· πέτρα γὰρ καταφυγὴ τοῖς χοιρογρυλλίοις, οἳ ἐποιήσαντο ἐν πέτραις. Καὶ σὺ οὖν, φησὶ, κἂν ἀσθενὲς ᾖς ζῶον, ἐπιλαβοῦ τῆς πέτρας τῆς ἀληθοῦς πίστεως, καὶ πρὸς αὐτὴν τὸν βίον ἀπεύθυνε.

Πράξεσιν ἐρειδόμενος εἰς τὴν βασιλείαν εἰσέρχεται. Οὐκοῦν καὶ σὺ, φησὶ, μὴ διὰ τὸ ἀσθενὲς τῆς πίστεως ἀπιστήσῃς τῇ τῶν οὐρανῶν βασιλείᾳ, ἀλλὰ πιστεύων τῇ περὶ αὐτῆς ὑποσχέσει, τὰ ταύτης ποιητικὰ μετέρχου προστάγματα. Λέων Χριστός· πάντα γὰρ τὰ λογικὰ πρὸς αὐτὸν κτήνη εἰσί· Μωϋσῆς γάρ φησιν· "Ἐγὼ δὲ ἄλογός (7) εἰμι." Τὸ τὴν φυσικὴν ἐνέργειαν, ἀνεμποδίστως διαβαίνειν λέγεται. Στ. λαʹ. Ὁ ὑπὲρ ἁμαρτιῶν προσενεχθεὶς, καὶ ἐν ὕψει βαίνων, ἔχει ἐφεπομένην αὐτῷ τὴν ἀγέλην. "Ὅταν γὰρ ὑψωθῶ, φησὶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν." Ὁ ἀλεκτριὼν διδασκάλου