7
τοῦ αὐτοῦ σώματος, διὰ τοῦ αὐτοῦ ἐμφυσήματος. παῖδες δὲ γεννῶνται τούτῳ ἄρρενές τε καὶ θήλειαι. καὶ βιώσας ἔτη ἐννακόσια τριάκοντα τὸ χρεὼν ἀπέδωκε. τούτου παῖς Σήθ, υἱὸς δὲ τούτου Ἐνώς, καὶ κατὰ διαδοχὴν Καινάν, Μαλελεήλ, Ἰάρεδ. ὡς δὲ ἡ παράδοσις ἡ εἰς ἡμᾶς ἐλθοῦσα περιέχει, ἐντεῦθεν ἤρξατο ἡ κακομηχανία ἐν κόσμῳ γίνεσθαι, καὶ ἀπ' ἀρχῆς μὲν διὰ τῆς τοῦ Ἀδὰμ παρακοῆς, ἔπειτα δὲ διὰ τῆς τοῦ Κάϊν ἀδελφοκτονίας, νῦν δὲ ἐν χρόνοις τοῦ Ἰάρεδ καὶ ἐπέκεινα φαρμακεία καὶ μαγεία, ἀσέλγεια, μοιχεία τε καὶ ἀδικία. οὐ 1.173 γνώμη δέ τις ἑτέρα, οὐ δόξα μετηλλαγμένη, ἀλλὰ μία γλῶττα καὶ γένος ἓν ἐπὶ γῆς κατ' ἐκεῖνο καιροῦ ἐσπαρμένον. τούτῳ δὲ τῷ Ἰάρεδ γίνεται παῖς τοὔνομα Ἐνώχ, ὅς «εὐηρέστησε τῷ θεῷ καὶ οὐχ ηὑρίσκετο· μετέθηκεν γὰρ αὐτὸν ὁ θεός» καὶ «οὐκ εἶδεν θάνατον». Ἐνὼχ δὲ γεννᾷ τὸν Μαθουσάλα, Μαθουσάλα τὸν Λάμεχ, Λάμεχ τὸν Νῶε. καὶ ἡ τοῦ θεοῦ δικαιοκρισία κατακλυσμὸν ὕδατος ἐπενέγκασα τῇ οἰκουμένῃ πᾶσαν σάρκα ἀνθρώπων τε καὶ τῶν ἄλλων * ἐξήλειψεν, ἐφύλαξε δὲ ἐν λάρνακι διὰ προστάγματος τὸν Νῶε, εὐαρεστήσαντα ἐνώπιον αὐτοῦ καὶ εὑρόντα χάριν, αὐτόν τε τὸν προδεδηλωμένον Νῶε καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ, Σὴμ Χὰμ Ἰάφεθ, τήν τε ἰδίαν σύζυγον καὶ τῶν τριῶν υἱῶν τὰς τρεῖς γυναῖκας, ὥστε ἀνθρώπων ψυχὰς ὀκτὼ ἐν τῇ τότε λάρνακι διασεσῶσθαι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ, καὶ ἀπὸ παντὸς γένους θηρίων τε καὶ ζῴων, κτηνῶν τε καὶ τῶν ἄλλων τῶν ἐπὶ γῆς πρὸς σύστασιν πάλιν τῆς ἐν κόσμῳ πάντων ὑποστάσεως ἀπὸ τινῶν μὲν δύο δύο ἀπὸ δὲ ἄλλων ἑπτὰ ἑπτά. καὶ οὕτως παρῆλθε δεκάτη γενεὰ ἐτῶν δισχιλίων διακοσίων ἑξήκοντα δύο. καὶ ὁ κατακλυσμὸς πέπαυται καὶ Νῶε καὶ ὁ αὐτοῦ οἶκος λείψανον τῷ κόσμῳ γεγένηται. οὔπω δὲ οὐχ ἑτεροδοξία, οὐκ ἔθνος τι διαφερόμενον, οὐκ ὄνομα αἱρέσεως, ἀλλ' οὐδὲ εἰδωλολατρεία. ἐπειδὴ δὲ ἕκαστος ἀνθρώπων ἰδίᾳ γνώμῃ ἐστοίχει νόμος γὰρ οὐδὲ εἷς ἐτύγχανεν· ἕκαστος γὰρ ἑαυτῷ νόμος ἐγίνετο καὶ τῇ ἰδίᾳ γνώμῃ ἐστοίχει, καθὼς παρὰ τῷ ἀποστόλῳ ἡ χρῆσις, οὐ μόνον Βαρβαρισμοῦ, ἀλλὰ καὶ τῶν ἄλλων· φησὶ γάρ «ἐν Χριστῷ Ἰησοῦ οὐ βάρβαρος, οὐ Σκύθης, οὐχ Ἕλλην, οὐκ Ἰουδαῖος», Βαρβαρισμὸς τότε ἐκαλεῖτο ἐν ταῖς δέκα γενεαῖς τοῦ χρόνου τὸ ἐπώνυμον. 1.174 ˉΒ. Σκυθισμός. Μετὰ δὲ τὸν κατακλυσμὸν ἐπιστάσης τῆς λάρνακος τοῦ Νῶε ἐν τοῖς ὄρεσι τοῦ Ἀραρὰτ ἀνὰ μέσον Ἀρμενίων καὶ Καρδυαίων ἐν τῷ Λουβὰρ ὄρει καλουμένῳ, ἐκεῖσε πρώτως κατοίκησις γίνεται μετὰ τὸν κατακλυσμὸν τῶν ἀνθρώπων κἀκεῖ φυτεύει ἀμπελῶνα Νῶε ὁ προφήτης, οἰκιστής τε γίνεται τοῦ τόπου. γίνονται δὲ τοῖς αὐτοῦ παισὶν οὐ γὰρ ἔτι αὐτὸν ἐμφαίνει γεγεννηκέναι παῖδες καὶ παίδων παῖδες ἕως πέμπτης γενεᾶς ἐτῶν ἑξακοσίων πεντήκοντα ἐννέα, πάρεξ τοῦ Σήμ. κατὰ ἀκολουθίαν δὲ τοῦ ἑνὸς υἱοῦ διέξειμι τὴν γενεαλογίαν· Σὴμ τοίνυν γεννᾷ τὸν Ἀρφαξάδ, Ἀρφαξὰδ τὸν Κηνᾶ, Κηνᾶ τὸν Σάλα, Σάλα τὸν Ἔβερ, εὐλαβῆ καὶ θεοσεβῆ, Ἔβερ τὸν Φαλέκ. καὶ οὐδὲν ἦν ἐπὶ τῆς γῆς οὐχ αἵρεσις, οὐ γνώμη ἑτέρα καὶ ἑτέρα, ἀλλ' ἢ μόνον ἄνθρωποι ἐκαλοῦντο, «ἑνὸς χείλους καὶ μιᾶς γλώττης». ἦν δὲ μόνον ἀσέβεια καὶ εὐσέβεια ὁ κατὰ φύσιν νόμος καὶ ἡ κατὰ φύσιν ἑκάστου θελήματος οὐκ ἀπὸ διδασκαλίας οὔτε ἀπὸ συγγραμμάτων συγγραφέων πλάνη, οὐκ Ἰουδαϊσμὸς οὐχ Ἑλληνισμὸς οὐχ αἵρεσις ἑτέρα τις, ἀλλ' ὡς εἰπεῖν ἡ νῦν πίστις ἐμπολιτευομένη ἐν τῇ ἄρτι ἁγίᾳ τοῦ θεοῦ καθολικῇ ἐκκλησίᾳ, ἀπ' ἀρχῆς οὖσα καὶ ὕστερον πάλιν ἀποκαλυφθεῖσα. τῷ γὰρ βουλομένῳ φιλαλήθως * ἰδεῖν * ἀρχὴ πάντων ἐστὶν ἡ καθολικὴ καὶ ἁγία ἐκκλησία, ἐξ αὐτοῦ τοῦ σκοποῦ. Ἀδὰμ γὰρ ὁ πρωτόπλαστος πέπλασται οὐκ ἐμπερίτομος, 1.175 ἀλλ' ἀκροβύστης μὲν τῇ σαρκί, οὐκ εἰδωλολάτρης δὲ ἦν καὶ ᾔδει πατέρα θεὸν καὶ υἱὸν καὶ ἅγιον πνεῦμα· προφήτης γὰρ ἦν. οὐκ ἔχων τοίνυν περιτομὴν οὐκ ἦν Ἰουδαῖος, ξόανα δὲ