7
ΚΕΦΑΛ. ΙΖʹ. Περὶ ὑπερηφανίας. Ὑπερηφανία ἐστὶν οἴδημα ψυχῆς ἰχῶρος
πεπληρωμένον· ἐὰν πεπανθῇ, ῥαγήσεται, καὶ ποιήσει ἀηδίαν πολλήν. Ἀστραπῆς ἔκλαμψις, ἦχον προμηνύει βροντῆς, καὶ ὑπερηφανίαν εὐαγγελίζεται παρουσία κενοδοξίας. Εἰς ὕψος μέγα ἀναβαίνει ὑπερηφάνου ψυχὴ, κακεῖθεν αὐτὸν εἰς βυθὸν καταβάλλει. Ὑπερηφανίαν νοσεῖ ὁ ἀποστήσας ἑαυτὸν Θεοῦ, καὶ ἰδίᾳ δυνάμει ἐπιγράφων τὰ κατορθώματα. Ὥσπερ δὲ ὁ ἐπιβὰς ἀράχνῃ διαπεσὼν κατηνέχθη κάτω, οὕτω πίπτει ὁ θαῤῥῶν τῇ ἰδίᾳ δυνάμει. Καρπὸς πολὺς κατακάμπτει κλῶνας δένδρου, καὶ ἀρετῆς πλῆθος ταπεινοῖ φρόνημα ἀνδρός. Καρπὸς σεσηπὼς ἄχρηστος γεωργῷ, καὶ ἀρετὴ ὑπερηφάνου οὐ χρησιμεύει Θεῷ. Χάραξ βαστάζει κλῶνα κατάκαρπον, καὶ φόβος Θεοῦ ἐνάρετον ψυχήν. Ὥσπερ βάρος καρποῦ καταράσσει κλῶνα, οὕτω ὑπερηφανία ἐνάρετον καταβάλλει ψυχήν. Μὴ δῷς ὑπερηφανίᾳ σὴν ψυχὴν, καὶ οὐ μὴ ἴδῃς φαντασίας φρικτάς. Ψυχὴ γὰρ ὑπερηφάνου ἐγκαταλιμπάνεται ὑπὸ Θεοῦ, καὶ γίνεται δαιμόνων ἐπίχαρμα. Νύκτωρ φαντάζεται θηρίων ἐπερχομένων πλῆθος, καὶ μεθ' ἡμέρας ταράσσεται ὑπὸ λογισμῶν δειλίας· καθεύδων ἐξάλλεται συνεχῶς, καὶ ἐγρηγόρως καταπτήσσει σκίαν ὀρνέου. Φωνὴ φύλλου, ἐπτόησεν ὑπερήφανον, καὶ ὕδατος ἦχος κατέκλασεν αὐτοῦ τὴν ψυχήν. Ὁ γὰρ πρὸ μικροῦ ἑαυτὸν ἀντιτάσσων Θεῷ, καὶ τὴν ἐκείνου βοήθειαν ἀρνούμενος, ὕστερος ἐκδειματοῦται, ὑπὸ φαντασμάτων εὐτελῶν. 79.1164
ΚΕΦΑΛ. ΙΗʹ. Ὑπερηφανία ἀπ' οὐρανοῦ κατέβαλεν ἀρχάγγελον, καὶ ὡς
ἀστραπὴν ἐποίησε πεσεῖν ἐπὶ γῆς. Ταπεινοφροσύνη δὲ, ἄνθρωπον ἀνάγει εἰς οὐρανὸν, καὶ μετὰ ἀγγέλων χορεύειν παρασκευάζει. Τί μετεωρίζῃ, ἄνθρωπε, πηλὸς ὢν, καὶ σαπρία τῇ φύσει, καὶ ὑπὲρ τὰς νεφέλας ἐπαίρῃ; ἐπισκέψαι σου τὴν φύσιν ὅτι γῆ εἶ, καὶ σποδὸς, καὶ μετ' ὀλίγον εἰς κόνιν ἀναλύῃ, ἄρτι σοβαρὸς, καὶ μετ' ὀλίγον σκώληξ. Τί τὸν αὐχένα ἐπαίρεις τὸν μετ' ὀλίγον σηπόμενον; Μέγα ἄνθρωπος βοηθούμενος παρὰ Θεοῦ· ἐγκατελείφθη, καὶ τὸ ἀσθενὲς ἐπέγνω τῆς φύσεως. Οὐδὲν ἔχεις, ὃ μὴ παρὰ Θεοῦ ἔλαβες· τί οὖν τῷ ἀλλοτρίῳ ἐναμβλύνῃ ὡς σῷ; τί τῇ χάριτι τοῦ Θεοῦ ὡς ἰδίῳ κτήματι ἐγκαλλωπίζῃ; Ἐπίγνωθι τὸν δεδωκότα, καὶ μὴ ἐπαίρου πολύ· κτίσμα Θεοῦ εἶ, μὴ ἀθέτει τὸν Κτίσαντα· βοηθῇ παρὰ Θεοῦ, μὴ ἀρνοῦ τὸν εὐεργέτην. Εἰς ὕψος ἀνέβης πολιτείας, ἀλλ' ἐκεῖνος ὡδήγησε· κατώρθωσας ἀρετὴν, ἀλλ' ἐκεῖνος ἐνήργησεν. Ὁμολόγει τὸν ὑψώσαντα, ἵνα μείνῃς ἐν τῷ ὕψει βέβαιος· ἐπίγνωθι τὸν ὁμόφυλον, ὅτι τῆς αὐτῆς ἐστιν οὐσίας. Μὴ δι' ἀλαζονείας ἀρνοῦ τὴν συγγένειαν. ΚΕΦΑΛ. ΙΘʹ. Ταπεινὸς ἐκεῖνος, καὶ σύμμετρος· ἀλλ' ὁ αὐτὸς δημιουργὸς ἔπλασε τοὺς ἀμφοτέρους. Μὴ καταφρονήσῃς ταπεινοῦ· ἕστηκε γάρ σου ἀσφαλέστερος· ἐπὶ γῆς βαδίζει, καὶ οὐ πίπτει ταχέως· ὁ δὲ ὑψηλὸς, ἐὰν πέσῃ, συντριβήσεται. Ὑπερήφανος μοναχὸς δένδρον ἄῤῥιζον, καὶ οὐ μὴ ἐνέγκῃ προσβολὴν ἀνέμου. Πόλις τετειχισμένη, ἄτυφον φρόνημα, καὶ ὁ ἐνοικῶν αὐτῇ ἄσυλος ἔσται. Μετεωρίζει κάρφος αὖρα ἀνέμου, καὶ ὑπερήφανον ἐπαίρει ἀπονοίας προσβολή· πομφόλυξ ῥαγεῖσα ἀφανισθήσεται, καὶ μνήμη ὑπερηφάνου ὄλλυται. Λόγος ταπεινοῦ μάλαγμα ψυχῆς, ὁ δὲ τοῦ ὑπερηφάνου ἀλαζονείας πεπλήρωται Προσευχὴ ταπεινοῦ ἐπικάμπτει Θεὸν, παροξύνει δὲ τὸν Θεὸν δέησις ὑπερηφάνου. Στέφανος δώματός ἐστιν ἡ ταπεινοφροσύνη καὶ τὸν ἀνελθόντα τηρεῖ ἀσφαλῶς. Ὅταν ἀνέλθῃς εἰς τὸ τῶν ἀρετῶν ὕψος, τότε πολλή σοι χρεία τῆς ἀσφαλείας. Ὁ γὰρ πεσὼν ἀπ' ἐδάφους, ταχέως ἐγείρεται, ὁ δὲ πεσὼν ἀφ' ὑψηλοῦ, εἰς θάνατον κινδυνεύει. Λίθος τίμιος ἐμπρέπει σιαλώματι χρυσίου, καὶ πολλαῖς ἀρεταῖς φαιδρύνεται ταπείνωσις ἀνδρός.