1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

7

αὐτούς. 5, 8 καὶ περισσεία γῆς ἐπὶ παντί ἐστι, βασιλεὺς τοῦ ἀγροῦ εἰργασμένου. 5, 9 ἀγαπῶν ἀργύριον οὐ πλησθήσεται ἀργυρίου· καί τις ἠγάπησεν ἐν πλήθει αὐτοῦ γένημα· καί γε τοῦτο ματαιότης. 5, 10 ἐν πλήθει ἀγαθωσύνης ἐπληθύνθησαν οἱ ἔσθοντες αὐτήν· καὶ τί ἀνδρεία τῷ παρ' αὐτῆς; ὅτι ἀρχὴ τοῦ ὁρᾶν ὀφθαλμοῖς αὐτοῦ. 5, 11 γλυκὺς ὕπνος τοῦ δούλου, εἰ ὀλίγον καὶ εἰ πολὺ φάγεται· καὶ τῷ ἐμπλησθέντι τοῦ πλουτῆσαι οὐκ ἔστιν ἀφίων αὐτὸν τοῦ ὑπνῶσαι Ἐὰν ἴδῃς, φησίν, ἐν τοῖς ἀνθρώποις τοὺς μὲν συκοφαντουμένους, τοὺς δὲ ἀδικουμένους ἐν κρίσει καὶ ἄλλους δικαιοπραγοῦντας, μὴ θαυμάσῃς ἐπὶ τοῖς γινομένοις ὡς οὐκ οὔσης προνοίας. Γίνωσκε γὰρ ὅτι ὁ θεὸς διὰ τοῦ Χριστοῦ φυλάσσει τὰ πάντα καὶ οὗτος πάλιν προνοεῖ πάντων διὰ τῶν ἁγίων ἀγγέλων περισσευομένων ἐν γνώσει τῶν ἐπὶ γῆς. Βασιλεὺς γάρ ἐστιν ὁ θεὸς τοῦ γεγονότος δι' αὐτοῦ κόσμου, ὃς ἀποδώσει θλῖψιν μὲν τοῖς πλεονεξίαν καὶ τὴν ματαιότητα τοῦ βίου τούτου προτιμήσασι τῆς γνώσεως τοῦ Χριστοῦ, τοῖς δὲ ἐν ἀγαθωσύνῃ ζήσασιν καὶ ἐν ἀνδρείᾳ καὶ τῇ δικαιοσύνῃ δουλεύσασι δώσει γνῶσιν θεοῦ καὶ γλυκεῖαν ἀνάπαυσιν, εἰ καὶ ὀλίγους τινὰς τῶν ἐνταῦθα ἢ πολλοὺς λόγους ἐγνώκασιν, ἐκ μέρους ἐγνωκότες καὶ ἐκ μέρους προφητεύσαντες· καὶ τοὺς μὲν τοιοῦτον διαδέξεται τέλος, τοὺς δὲ ἐμπλησθέντας τῆς κακίας οὐκ ἐάσει διαναπαύσασθαι ὁ ἐξ αὐτῆς τικτόμενος σκώληξ. Ὅτι δὲ τὸν κόσμον τοῦτον πεπίστευκεν ἀγγέλοις ὁ κύριος, δείκνυσι Μωσῆς λέγων· «ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ.» Τὸν δὲ κόσμον ἀγρὸν καὶ αὐτὸς ὁ κύριος ἡμῶν ἐν τοῖς εὐαγγελίοις ὠνόμασε λέγων· «ἀγρός ἐστιν ὁ κόσμος.» Τὴν δὲ περισσείαν τῆς γῆς τὴν γνῶσιν λέγει τῶν ἐπὶ γῆς, εἴγε «μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν»· τίς δέ ἐστιν ἄλλη κληρονομία τῆς φύσεως τῆς λογικῆς πλὴν τῆς γνώσεως τοῦ θεοῦ; Ὑψηλοὺς δὲ εἶπε τοὺς ἀγγέλους, ἐπειδὴ τοῦ ὑψηλοῦ κυρίου μετέχουσιν· «ὑψηλὸς γάρ, φησίν, ἐπὶ πάντα τὰ ἔθνη ὁ κύριος.» 39 5, 12 ἔστιν ἀρρωστία ἣν εἶδον ὑπὸ τὸν ἥλιον, πλοῦτον φυλασσόμενον τῷ παρ' αὐτοῦ εἰς κακίαν αὐτοῦ Τὸ μὲν πλῆθος τῆς κακίας νῦν ὑπὸ τοῦ πλούτου δηλοῦται· αὕτη δὲ ἡ κακία ὑπὸ τῆς ἀρρωστίας σημαίνεται. Πᾶς οὖν ὁ φυλάσσων ἑαυτῷ τοῦτον τὸν πλοῦτον οὐ γνώσεται σοφίαν θεοῦ οὐδὲ παραβαλεῖ καρδίαν αὐτοῦ εἰς σύνεσιν οὐδὲ παραβαλεῖ αὐτὴν ἐπὶ νουθέτησιν τῷ υἱῷ αὐτοῦ· οὐδὲ γὰρ ἐδέξατο ῥήσεις ἐντολῶν θεοῦ οὐδὲ ἔκρυψεν αὐτὰς ἐν τῇ καρδίᾳ αὐτοῦ. 40 5, 13 καὶ ἀπολεῖται ὁ πλοῦτος ἐκεῖνος ἐν περισπασμῷ πονηρῷ, καὶ ἐγέννησεν υἱόν, καὶ οὐκ ἔστιν ἐν χειρὶ αὐτοῦ οὐδέν Περισπασμὸς πονηρός ἐστιν ἄγνοια μετὰ κολάσεως ἀπὸ τῆς πνευματικῆς θεωρίας χωρίζουσα τὸν ἀκάθαρτον. 41 5, 14 καθὼς ἐξῆλθεν ἀπὸ γαστρὸς μητρὸς αὐτοῦ γυμνός, ἐπιστρέψει τοῦ πορευθῆναι ὡς ἥκει καὶ οὐδὲν λήμψεται ἐν μόχθῳ αὐτοῦ, ἵνα πορευθῇ ἐν χειρὶ αὐτοῦ. 5, 15.1-2 καί γε τοῦτο πονηρὰ ἀρρωστία· ὥσπερ γὰρ παρεγένετο, οὕτως καὶ ἀπελεύσεται Καὶ ὁ Ἰώβ φησιν· «αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ»· ὁ δὲ ἐνταῦθα «καθὼς ἐξῆλθεν ἀπὸ γαστρὸς μητρὸς αὐτοῦ γυμνός, ἐπιστρέψει τοῦ πορευθῆναι ὡς ἥκει». Ἀλλ' ὁ Ἰὼβ μὲν ὡς δίκαιος γυμνὸς ἄπεισι κακίας τε καὶ πονηρίας· οὗτος δὲ μεθ' ἧς ἀγνοίας ἦλθεν εἰς τὸν κόσμον τοῦτον, μετὰ ταύτης καὶ ἀπελεύσεται ἐκεῖ. 42 5, 17 ἰδοὺ ὃ εἶδον ἐγὼ ἀγαθόν, ὅ ἐστιν καλόν, τοῦ φαγεῖν καὶ τοῦ πιεῖν καὶ τοῦ ἰδεῖν ἀγαθωσύνην ἐν παντὶ μόχθῳ αὐτοῦ, ᾧ ἐὰν μοχθήσῃ ὑπὸ τὸν ἥλιον, ἀριθμὸν ἡμερῶν ζωῆς αὐτοῦ, ὧν ἔδωκεν αὐτῷ ὁ θεός· ὅτι αὐτὸ μερὶς αὐτοῦ. 5, 18 καί γε πᾶς ἄνθρωπος ᾧ ἔδωκεν αὐτῷ ὁ θεὸς πλοῦτον καὶ ὑπάρχοντα καὶ ἐξουσίασεν αὐτὸν τοῦ φαγεῖν ἀπ' αὐτοῦ καὶ λαβεῖν τὸ μέρος αὐτοῦ καὶ τοῦ εὐφρανθῆναι ἐν μόχθῳ αὐτοῦ, τοῦτο δόμα θεοῦ ἐστιν. 5, 19 ὅτι οὐ πολλὰ μνησθήσεται τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ· ὅτι ὁ θεὸς περισπᾷ αὐτὸν ἐν εὐφροσύνῃ καρδίας αὐτοῦ Ἡ γνῶσις ἡ τοῦ θεοῦ λέγεται τοῦ νοῦ καὶ βρῶσις καὶ