1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

7

τὸ χρέος, Ἡμῖν δ' ἔλαττον τοῖς τυχοῦσι πλειόνων. Ὃδ' ἀντὶ πάντων καὶ πρὸ πάντων χρὴ λέγειν· Μὴ σφόδρ' ἐπαίνει τοῦ βίου τὸ εὔδρομον, Ὁ μεῖζον εἰδὼς τῶν ὁρωμένων φρονεῖν· Μή πως ἐμοὶ μὲν ὕψος ᾖ τὸ δύσβατον, Σοὶ δ' ἀμφίκρημνον τοῦ δρόμου τὸ εὐπετές. Ἐμοῦ τὸ λυπρὸν κρεῖσσον ἢ τὸ σὸν καλόν. Βοῶν ποτ' εἶδες τὸν μὲν ἐν φάτνῃ μέγαν, Ἐπῃρμένον, στίλβοντα τῇ εὐσαρκίᾳ, 437 Τραχηλιῶντα, τὸν δὲ κάτω νενευκότα, Ῥικνὸν, δυσειδῆ συμβόλοις γεωργίας· Ἔπειτα τὸν μὲν εἰς σφαγὴν τηρούμενον, Τὸν δὲ τρέφονθ' αὑτόν τε καὶ τὸν δεσπότην. Τούτων τίς ἐστιν εὐτυχέστερος, δοκεῖς; Οὐχ ὁ στενός τε, καὶ ζυγῷ τετρυμμένος; Εὔδηλον. Ἀλλὰ σοί γε τὸ πλάτος φίλον, Κἂν ᾖ κακόν τε καὶ κακῷ συγκείμενον. Ἢ καὶ τὸν ὄγκον ὑδεριῶντος αἰνέσῃς; Ἢ καὶ φρενοπλὴξ ἰσχύειν σοι φαίνεται; Τὸ δ' ἡδὺ πάντως φάρμακον σωτήριον; Πολλοὺς τὸ πικρὸν ἐξέσωσε πολλάκις· Τὸ δ' ἡδὺ πρὸς τὸ χεῖρον ὡς τὰ πόλλ' ἄγει. Υἱῷ δὲ πατρὸς ῥάβδος οὐ σεβασμία Τῷ νοῦν ἔχοντι; τῷ δὲ κακὸν ἡ χρηστότης 438 Οὔτ' ἐστὶν υἱὸς, οὔτε ῥάβδῳ πλήσσεται. Τί δ' εἰ παλαίεις, ὡς Ἰὼβ, ὑπὲρ στέφους; Ἔπᾳδε σαυτῷ ταῦτα, καὶ ῥᾴων ἔσῃ, Παρηγόρημα τοῦ πονεῖν ποιούμενος, Τῷ δ' εὐχαρίστῳ κτώμενος τὴν ἐλπίδα. ∆ούλου κακοῦ γὰρ, προσγελῶντα μὲν σέβειν Τὸν δεσπότην· πλήττοντα δ' ἡγεῖσθαι κακόν. ∆έον δέχεσθαι πᾶσαν οἴακος στροφὴν, Ὧ μ' ἐκ πάλης τε καὶ ζάλης διεξάγει, Ἕως ἂν ὅρμοις εὐδίοις προσορμίσῃ· Εἴπερ γε τὴν ναῦν μὴ μάτην ἐπήξατο, Ἀλλ' εἰς καλόν τε κἀπιδέξιον τέλος. Ζʹ. Περὶ νοερῶν οὐσιῶν. Οἵη δ' ὑετίοιο κατ' ἠέρος εὐδιόωντος, 439 Ἀντομένη νεφέεσσιν ἀποκρούστοις περιωγαῖς, Ἀκτὶς ἠελίοιο πολύχροον ἶριν ἑλίσσει, Ἀμφὶ δέ μιν πάντη σελαγίζεται ἐγγύθεν αἰθὴρ, Κύκλοισιν πυκινοῖσι καὶ ἔκτοθε λυομένοισι· Τοίη καὶ φαέων πέλεται φύσις, ἀκροτάτοιο Φωτὸς ἀποστίλβοντος ἀεὶ νόας ἥσσονας αὐγαῖς. Ἤτοι ὁ μὲν πηγὴ φαέων, φάος οὔτ' ὀνομαστὸν, Οὔθ' ἑλετὸν, φεῦγόν τε νόου τάχος ἐγγὺς ἰόντος, Αἰὲν ὑπεκπροθέον πάντων φρένας, ὥς κε πόθοισι Τεινώμεσθα πρὸς ὕψος ἀεὶ νέον. Οἱ δέ τε φῶτα ∆εύτερα ἐκ Τριάδος βασιλήϊον εὖχος ἐχούσης, Ἄγγελοι αἰγλήεντες, ἀειδέες, οἵ ῥα θόωκον Ἀμφὶ μέγαν βεβαῶτες, ἐπεὶ νόες εἰσὶν ἐλαφροὶ, 440 Πῦρ καὶ πνεύματα θεῖα δι' ἠέρος ὦκα θέοντες Ἐσσυμένως μεγάλῃσιν ὑποδρήσσουσιν ἐφετμαῖς, Ἁπλοῖ τε, νοεροί τε, διαυγέες, οὔτ' ἀπὸ σαρκῶν Ἐρχόμενοι (σάρκες γὰρ ἐπεὶ πάγεν αὖθις ὀλοῦνται), Οὔτ' ἐπὶ σάρκας ἰόντες, ὅπερ δ' ἐγένοντο μένοντες. Ἤθελον εἰπεῖν πάμπαν ἀτειρέες· ἀλλ' ἄνεχ' ἵππον Καὶ μάλα θερμὸν ἐόντα, νόου ψαλίοισιν ἐέργων. Καί ῥ' οἱ μὲν μεγάλοιο παραστάται εἰσὶ Θεοῖο· Οἱ δ' ἄρα κόσμον ἅπαντα ἑαῖς κρατέουσιν ἀρωγαῖς, Ἄλλην ἄλλος ἔχοντες ἐπιστασίην παρ' ἄνακτος, Ἄνδρας τε, πτόλιάς τε, καὶ ἔθνεα πάνθ' ὁρόωντες, Καὶ λογικῶν θυέων ἐπιίστορες ἡμερίοισι. Θυμὲ, τί καὶ ῥέξεις; τρομέει λόγος οὐρανίοισι 441 Κάλλεσιν ἐμβεβαώς· ἀχλὺς δέ μοι ἀντεβόλησεν, Οὐδ' ἔχω ἢ προτέρω θεῖναι λόγον ἢ ἀναδῦναι. Ὡς δ' ὅτε τρηχαλέῳ ποταμῷ περάων τις ὁδίτης Ἐξαπίνης ἀνέπαλτο, καὶ ἴσχεται ἱέμενός περ, Πολλὰ δέ οἱ κραδίη πορφύρεται ἀμφὶ ῥεέθρῳ· Χρειὼ θάρσος ἔπηξε, φόβος δ' ἐπέδησεν ἐρωήν· Πολλάκι ταρσὸν ἄειρεν ἐφ' ὕδατι, πολλάκι δ' αὖτε Χάσσατο, μαρναμένων δὲ, φόβον νίκησεν ἀνάγκη. Ὣς καὶ ἐμοὶ θεότητος ἀειδέος ἐγγὺς ἰόντι, Τάρβος μὲν καθαροῖο παραστάτας ὑψιμέδοντος Θεῖναι ὑπ' ἀμπλακίῃ, φωτὸς κεκορημένον εἶδος, Μή πω καὶ πλεόνεσσιν ὁδὸν κακίης στορέσαιμι. Τάρβος δ' ἄτροπον ἐσθλὸν ἐμοῖς ἐπέεσσι χαράξαι, 442 Μέσφ' ὅτε καὶ σκολιόν τιν' ὁρῶ κακίης μεδέοντα. Οὔτε γὰρ ἦν ἀγαθοῖο, κακοῦ φύσιν ἄμμι φυτεῦσαι, Ἠὲ μόθον προφέρειν καὶ ἔχθεα οἷσι φίλοισιν· Οὔτε μὲν ἀντιθόωκον ἀναστῆναι κακότητα Ὕστατον, ἢ καὶ ἄναρχον ἔχειν φύσιν ὥσπερ ἄνακτα. Ὧδέ μοι ἀσχαλόωντι Θεὸς νόον ἔμβαλε τοῖον. Πρῶτον μὲν Θεότητος ἁγνὴ φύσις ἄτροπος αἰεὶ, Ἀνθ' ἑνὸς οὔ ποτε πολλά. Τί γὰρ