7
περιττοτέρους, ἢ εἶναι, ἢ νομίζεσθαι, ὥσπερ αἰσχυνομένους, εἰ μὴ κακοὶ νομιζοίμεθα, καὶ δοῦλοι γαστρὸς, καὶ τῶν ὑπὸ γαστέρα.
ΙΗʹ. Τί ταῦτα, ὦ φίλοι καὶ ἀδελφοί; τί νοσοῦμεν καὶ αὐτοὶ τὰς ψυχὰς, νόσον πολὺ τῆς τῶν σωμά των χαλεπωτέραν; Ὅσῳ τὴν μὲν ἀκούσιον οἶδα, τὴν δὲ ἐρχομένην ἐκ προαιρέσεως· καὶ τὴν μὲν τῇ ζωῇ ταύτῃ συγκαταλυομένην, τὴν δὲ συναπιοῦσαν ἡμῖν μεθισταμένοις· καὶ τὴν μὲν ἐλεουμένην, τὴν δὲ μισουμένην, τοῖς γενοῦν ἔχουσιν. Τί μὴ βοη θοῦμεν τῇ φύσει καιρὸν ἔχοντες; τί μὴ περι στέλλομεν, σάρκες ὄντες, τῆς σαρκὸς τὴν ταπείνω σιν; τί τρυφῶμεν ἐν τοῖς τῶν ἀδελφῶν δυστυχήμασι; Μή μοι γένοιτο, μήτε πλουτεῖν, τούτων ἀπορουμέ νων· μήτε εὐεκτεῖν, εἰ μὴ βοηθοίην τοῖς τούτων τραύμασι· μὴ τροφῆς ἱκανῶς ἔχειν, μὴ σκέπης, μὴ ὑπὸ στέγην ἀναπαύεσθαι, εἰ μὴ καὶ ἄρτον ὀρέξαιμι, καὶ μεταδοίην ἐσθῆτος εἰς δύναμιν, καὶ ὑπὸ στέγην ἀναπαύσαιμι. Ἀλλ' ἤτοι πάντα ἀποθετέον Χριστῷ, ἵνα γνησίως ἀκολουθήσωμεν αὐτῷ, τὸν σταυρὸν ἀρά μενοι, καὶ ἀναπτῶμεν ὡς κοῦφοι πρὸς τὸν ἄνω κόσμον, καὶ εὐσταλεῖς ὑπὸ μηδενὸς καθελκόμενοι, καὶ κερδήσωμεν ἀντὶ πάντων Χριστὸν, διὰ ταπείνω σιν ὑψωθέντες, καὶ διὰ πενίαν πλουτήσαντες· ἢ Χρι στῷ τὰ ὄντα συμμεριστέον, ἵνα πως καὶ τὸ ἔχειν, 35.881 διὰ τοῦ καλῶς ἔχειν, ἁγιασθῇ, καὶ τοῦ κοινωνεῖν τοῖς μὴ ἔχουσιν. Εἰ δὲ καὶ σπείραιμι ἐμαυτῷ μόνῳ, σπεί ραιμι ἄρα, καὶ ἄλλοι φάγοιεν· καὶ ἵνα πάλιν εἴ πω τὸ τοῦ Ἰώβ· Ἀντὶ πυροῦ ἐξέλθοι μοι κνίδη, ἀντὶ δὲ κριθῆς βάτος· καύσων δὲ ἄνεμος ὑπολάβοι, καὶ ὑφέλοιτο λαῖλαψ τοὺς ἐμοὺς πόνους, ἵνα εἰς κε νὸν κοπιάσαιμι. Εἰ δὲ καὶ ἀποθήκας οἰκοδομήσαιμι ἐκ τῶν μαμωνᾶ θησαυρίζων, καὶ μαμωνᾷ, ταύ τῃ τῇ νυκτὶ τὴν ψυχὴν ἀπαιτηθείην, λόγον ὑφ έξων, ὧν κακῶς ἐθησαύρισα.
ΙΘʹ. Οὐ σωφρονήσομεν ὀψὲ γοῦν; οὐ καταβα λοῦμεν τὴν ἀναλγησίαν, ἵνα μὴ λέγω μικρολογίαν; οὐ τὰ ἀνθρώπινα λογιούμεθα; οὐκ ἐν τοῖς ἑτέρων κακοῖς τὰ ἡμέτερα εὖ θησόμεθα; Φύσει μὲν γὰρ οὐδὲν τῶν ἀνθρωπίνων βέβαιον, οὐδὲ ὁμαλὸν, οὐδὲ αὔταρκες, οὐδὲ ἐπὶ τῶν αὐτῶν ἱστάμενον· ἀλλὰ κύκλος τις τῶν ἡμετέρων περιτρέχει πραγμάτων, ἄλλοτε ἄλλας ἐπὶ μιᾶς ἡμέρας πολλάκις, ἔστι δ' ὅτε καὶ ὥρας, φέρων μεταβολάς· καὶ αὔραις μᾶλλον ἔστι πιστεύειν οὐχ ἱσταμέναις, καὶ νηὸς ποντοπορού σης ἴχνεσι, καὶ νυκτὸς ἀπατηλοῖς ὀνείρασιν, ὧν πρὸς ὀλίγον ἡ χάρις, καὶ ὅσα κατὰ ψαμάθων παῖδες τυποῦσι παίζοντες, ἢ ἀνθρώπων εὐημερίᾳ· σώφρονες δὲ, οἱ διὰ τὸ μὴ πιστεύειν τοῖς παροῦσι, τὸ μέλλον ἑαυτοῖς θησαυρίζοντες· καὶ διὰ τὸ τῆς ἀνθρωπίνης εὐπραγίας ἄστατον καὶ ἀνώμαλον, τὴν οὐ πίπτουσαν ἀγαπῶντες χρηστότητα, ἵνα τριῶν ἕν γέτι πάντως κερδάνωσιν· ἢ τὸ μή ποτε πρᾶξαι κακῶς, ἐπεὶ καὶ τοῖς ἐντεῦθεν χρηστοῖς πολλάκις δεξιοῦται τὸ θεῖον τοὺς εὐσεβεῖς, χρηστότητι τὸ συμπαθὲς προκα λούμενον· ἢ τὸ παῤῥησίαν ἔχειν ἐν ἑαυτοῖς πρὸς Θεὸν, ὡς οὐ διὰ κακίαν, ἀλλὰ διά τινα οἰκονο μίαν κακοπαθήσαντες· ἢ, τὸ τελευταῖον, ὡς ὀφειλο μένην ἀπαιτεῖν τὴν παρὰ τῶν εὖ πραττόντων φιλαν θρωπίαν, ἣν τοῖς χρῄζουσι προεισήνεγκαν, δεξιῶς αὐτοὶ πράττοντες.
Κʹ. Μὴ καυχάσθω, φησὶν, ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, μηδὲ ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, μηδὲ ὁ δυνατὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ· κἂν εἰς τὸ ἄκρον ὦσιν ἐληλακότες, ὁ μὲν σοφίας, ὁ δὲ περιου σίας, ὁ δὲ δυνάμεως. Ἐγὼ δὲ προσθήσω καὶ ἃ τού τοις ἕπεται· Μηδὲ ὁ περίβλεπτος ἐν τῇ δόξῃ, μηδὲ ὁ εὐεκτῶν ἐν τῇ ὑγιείᾳ, μηδὲ ὁ καλὸς ἐν τῇ ὥρᾳ, μηδὲ ὁ νέος ἐν τῇ νεότητι, μηδὲ ἐν ἄλλῳ μηδενὶ τῶν ἐνταῦθα ἐπαινουμένων, εἰ δεῖ συνελόντα εἰπεῖν, ὁ ὑπὸ τούτου φυσώμενος· ἀλλ' ἢ ἐν τούτῳ καυ 35.884 χάσθω ὁ καυχώμενος μόνον, ἐν τῷ συνιεῖν καὶ ἐκζητεῖν τὸν Θεὸν, καὶ συναλγεῖν τοῖς πάσχουσι, καὶ πρὸς τὸ μέλλον ἑαυτῷ τι χρηστὸν ἀποτίθεσθαι. Τὰ μὲν γάρ ἐστι ῥευστὰ καὶ πρόσκαιρα, καὶ, ὥσπερ ἐν παιδιᾷ ψήφων, ἄλλοτε εἰς ἄλλους μεταῤῥιπτούμενα, καὶ μετατιθέμενα· καὶ οὐδὲν οὕτω τοῦ κατέχοντος ἴδιον, ὡς ἢ μὴ