1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

7

πρόεδρον τῶν ὅλων ὅλην σέβουσα τὴν θεοῦ συμφωνίαν· ἡ δ' ἦν τὸ πρόσθεν ὀρθόπους, νῦν δ' οὐκέτι -ταύτην λέγω δὴ τὴν ἐμήν, εἶτ' οὐκ ἐμήν-, ἀλλ' ἐν βυθοῖς ἔκειτο τῆς ἀπωλείας, ἐξ οὗ τὸ κοῦφον ἄστυ καὶ πλῆρες κακῶν πάντων Ἀλεξάνδρεια, θερμότης ἄνους, ἔπεμψ' Ἄρειον, τὸ βδέλυγμ' ἐρημίας, ὃς πρῶτος εἶπεν· «ἡ τριὰς οὐ σεπτέα», ὅρους δ' ἔθηκεν ἀξίας φύσει μιᾷ τεμὼν ἀνίσως τὴν ἀμέριστον οὐσίαν, ἕως κατετμήθημεν εἰς πολλὰς ὁδούς. Ὅμως δὲ καίπερ ἀθλιωτάτη πόλις οὕτως ἔχουσα κατὰ τὸν ἐκ χρόνου νόμον -ἔθος γὰρ ἐγχρονίζον εἰς νόμον τελεῖ- θανοῦσά τ' οἰκτρὸν ἐξ ἀπιστίας μόρον εἶχέν τι μικρὸν ζωτικῆς σπέρμα πνοῆς, ψυχὰς τελείας τῷ λόγῳ τῆς πίστεως, λαὸν βραχὺν μέν, τῷ θεῷ δὲ πλείονα, ὃς οὐκ ἀριθμεῖ πλῆθος, ἀλλὰ καρδίας, πιστὸν φύτευμα, κλῆμα τιμιώτατον. τούτοις-ἐδόξαμεν γὰρ ἐν θεῷ τινες εἶναι βίῳ τε καὶ λόγῳ τῶν γνωρίμων καίπερ ἀεὶ ζήσαντες ἄγροικον βίον- ἔπεμψεν ἡμᾶς ἡ χάρις τοῦ πνεύματος πολλῶν καλούντων ποιμένων καὶ θρεμμάτων λαοῦ βοηθοὺς καὶ λόγου συλλήπτορας, ὡς ἂν καταψύξαιμεν εὐσεβεῖ ῥοῇ ψυχὰς ἀνύδρους καὶ χλοαζούσας ἔτι τροφῇ τ' ἐλαίου συγκραθῇ λύχνῳ τὸ φῶς, γλῶσσαι δὲ λάβροι καὶ πολύστροφοι πλοκαί, ἐξ ὧν τὸ ἁπλοῦν οἴχεται τῆς πίστεως, ἱστοί τ' ἀράχνης, σαθρὰ δεσμωτήρια, τὰ κοῦφα συνδέοντες, ἰσχυροῖς γέλως, ῥαγεῖεν ἢ λυθεῖεν ἐν στερροῖς λόγοις, οἵ τ' ἐμπεσόντες ἐκφύγοιεν τοὺς βρόχους. Οὕτω μὲν ἦλθον, οὐχ ἑκών, ἀλλ' ἀνδράσιν κλαπεὶς βιαίοις, ὡς λόγου συνήγορος. καὶ γάρ τις ἐθρυλεῖτο καὶ συνήλυσις ἐπισκόπων νέηλυν αἵρεσιν, λόγον ἐπεισαγόντων ταῖς φίλαις ἐκκλησίαις, ὃς τὴν πρὸς ἡμᾶς τοῦ θεοῦ λόγου κρᾶσιν, ἣν οὐ τραπεὶς ἐδέξατ' ἄνθρωπον λαβών ἔμψυχον, ἔννουν, ἐμπαθῆ τὰ σώματος, Ἀδὰμ ὅλον τὸν πρόσθε πλὴν ἁμαρτίας, ταύτην τεμὼν ἄνουν τιν' εἰσάγει θεόν ὥσπερ δεδοικώς, μὴ θεῷ μάχηθ' ὁ νοῦς -οὕτω γὰρ ἂν δείσαιμι καὶ σαρκὸς φύσιν, μᾶλλον γὰρ αὕτη, καὶ θεοῦ πορρωτάτω- ἢ τῶν μὲν ἄλλων δεομένων σωτηρίας τὸν νοῦν δ' ὀλέσθαι παντελῶς δεδογμένου, ὃς δὴ μάλιστα τῷ θεῷ μου σωστέος, ὃς καὶ μάλιστ' ὤλισθεν ἐν πρώτου πλάσει· ὃ γὰρ δέδεκτο, καὶ παρεῖδε τὸν νόμον, ὃ δ' ἦν τὸ παριδόν, τοῦτο καὶ προσλήψιμον. μὴ τοίνυν ἥμισύν με σῳζέτω λόγος ὅλον παθόντα, μηδ' ἀτιμούσθω θεός ὡς οὐχ ὅλον λαβών με, πηλὸν δὲ μόνον, ψυχὴν δ' ἄνουν τε κἀλόγου ζῴου τινός, ὃ καὶ σέσωσται δηλαδὴ τῷ σῷ λόγῳ.

Καὶ ληξάτω τοιαῦτα εὐσεβῶν ἅπας. ἴσον τι γὰρ πταίουσιν ἐξ ἐναντίας τοῖς εἰσάγουσιν ἀσκόπως υἱοὺς δύο, τὸν ἐκ θεοῦ τε καὶ τὸν ἐκ τῆς παρθένου, οἱ τὴν κάτω τέμνοντες εὐαρμοστίαν, οἱ μὲν ξέοντες, οἱ δὲ διπλοῦντες κακῶς. εἰ γὰρ δύω, δέδοικα μὴ ἓν τῶν δύο, ἢ προσκυνῶμεν ἀνθ' ἑνὸς δύω θεούς, ἢ τοῦτο μὴ πάθωμεν εὐλαβούμενοι πέμπωμεν ἔξω τοῦ θεοῦ τὸ σύνθετον. ὧν μὲν γὰρ ἡ σάρξ, οὐδὲν ἂν πάθοι θεός. θεοῦ δ' ὅλου μετέσχεν ἀνθρώπου φύσις, οὐχ ὡς προφήτης ἤ τις ἄλλος ἐνθέων -ὃς οὐ θεοῦ μετέσχε, τῶν θεοῦ δέ γε-, ἀλλ' οὐσιωθεῖσ' ὥσπερ αὐγαῖς ἥλιος. οὗτοι μὲν οὖν ἔρροιεν ἐκ μέσου λόγου, εἰ μὴ σέβοιεν ὡς ἓν ἄνθρωπον θεόν, τὸν προσλαβόντα σύν γε τῷ προσλήμματι, τὸν ἄχρονόν τε καὶ τὸ συμμιγὲς χρόνῳ, τὸν ἐκ μόνου πατρός τε καὶ μητρὸς μόνης, δύω φύσεις εἰς Χριστὸν ἐλθούσας ἕνα. Τὰ δ' ἡμέτερα πῶς καὶ τίν' ἔσχε τὸν τρόπον; πολλοῖς συνηνέχθημεν ἐλθόντες κακοῖς. πρῶτον μὲν ἐξέζεσε καθ' ἡμῶν ἡ πόλις ὡς εἰσαγόντων ἀνθ' ἑνὸς πλείους θεούς. θαυμαστὸν οὐδέν· ἦσαν οὕτως ἠγμένοι, ὥστ' ἀγνοεῖν παντάπασιν εὐσεβῆ λόγον, πῶς ἡ μονὰς τριάζεθ', ἡ τριὰς πάλιν ἑνίζετ' ἀμφοῖν ἐνθέως νοουμένοιν. καὶ πρός γε τοῖς πάσχουσι δῆμος ἕλκεται, ὡς τῷ τότε σφῶν προστάτῃ καὶ ποιμένι οἶκτον λαβόντι τοῦ πάθους ὑπέρμαχον, δῆμος τοσοῦτος καὶ φρονήματος πλέως, ᾧ μὴ τὸ νικᾶν πάντα ἔσχατος ψόγος. λίθους παρήσω τὴν ἐμὴν πανδαισίαν, ὧν ἕν τι μέμφομ'· οὐ γὰρ ἦσαν εὔστοχοι τούτων τυχόντες, ὧν τυχεῖν κενὸς φόνος. ἔπειθ' ὑπάρχοις ὡς φονεὺς εἰσηγόμην βλέπουσιν ὑψηλόν τι καὶ μετάρσιον, οἷς εἷς νόμος τὸν δῆμον