1

 2

 3

 4

 5

 6

 7

7

Ἁγνίσθητι, περιτμήθητι, περιελοῦ τὸ ἀπὸ γενέσεως κάλυμμα. Μετὰ τοῦτο δίδαξον ἐν τῷ ἱερῷ, τοὺς θεοκαπήλους ἀπέλασον· λιθάσθητι, ἂν τοῦτο δέῃ παθεῖν· λήσῃ τοὺς βάλλοντας, εὖ οἶδα, φεύξῃ καὶ διὰ μέσου αὐτῶν, ὡς Θεός. Ὁ Λόγος γὰρ οὐ λιθάζεται. Ἂν Ἡρώδῃ προσαχθῇς, μηδὲ ἀποκριθῇς τὰ πλείω. Αἰδεσθήσεταί σου καὶ τὴν σιωπὴν πλέον ἢ ἄλλων τοὺς μακροὺς λόγους. Ἂν φραγελλωθῇς, καὶ τὰ λειπόμενα ζήτησον. Γεῦσαι χολῆς, διὰ τὴν γεῦσιν· ὄξος ποτίσθητι, ζήτησον ἐμπτύσματα, δέξαι ῥαπίσματα, κολαφίσματα· ἀκάνθαις στεφανώθητι, τῷ τραχεῖ τοῦ κατὰ Θεὸν βίου· περιβαλοῦ τὸ κόκκινον, δέξαι κάλαμον, προσκυνήθητι παρὰ τῶν παιζόντων τὴν ἀλήθειαν· τέλος συσταυρώθητι, συν 36.333 νεκρώθητι, συντάφηθι προθύμως, ἵνα καὶ συναναστῇς, καὶ συνδοξασθῇς, καὶ συμβασιλεύσῃς, Θεὸν ὁρῶν ὅσον ἐστὶ, καὶ ὁρώμενος, τὸν ἐν Τριάδι προσκυνούμενόν τε καὶ δοξαζόμενον, ὃν καὶ νῦν τρανοῦσθαι ἡμῖν εὐχόμεθα, ὅσον ἐφικτὸν τοῖς δεσμίοις τῆς σαρκὸς, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.