1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

7

φανέρωσιν· καὶ οὐ πρότερον ἐπεθάρσησε τῷ τοῦ λό γου κηρύγματι, πρὶν διά τινος ἐμφανείας ἐκκαλυ φθῆναι αὐτῷ τὴν ἀλήθειαν.

Σκοπουμένῳ γὰρ αὐτῷ ποτε ἐννύχιον περὶ τοῦ λόγου τῆς πίστεως, καὶ παν τοίους ἀνακινοῦντι λογισμούς· ἦσαν γὰρ δὴ καὶ τότε τινὲς, οἱ τὴν εὐσεβῆ διδασκαλίαν παραχαράττοντες, διὰ τῆς πιθανότητος τῶν ἐπιχειρημάτων, ἀμφίβολον ποιοῦντες πολλάκις καὶ τοῖς συνετοῖς τὴν ἀλήθειαν· ὑπὲρ ἧς τότε διαγρυπνοῦντι αὐτῷ καὶ φροντίζοντι φαίνεταί τις καθ' ὕπαρ ἐν ἀνθρωπίνῳ τῷ σχήματι, γηραλέος τὸ εἶδος, ἱεροπρεπὴς τῇ καταστολῇ τοῦ ἐν δύματος, πολλὴν ἐπισημαίνων τὴν ἀρετὴν τῇ περὶ τὸ 46.912 πρόσωπον χάριτι, καὶ τῇ καταστάσει τοῦ σχήματος. Τὸν δὲ καταπλαγέντα τῇ ὄψει, διαναστῆναι μὲν τῆς εὐνῆς καὶ ὅστις εἴη μαθεῖν ἐδεῖτο, καὶ ὑπὲρ τίνος ἥκοι. Ἐκείνου δὲ καταστείλαντος αὐτοῦ τὴν ταρα χὴν τῆς διανοίας ἐν ἠρεμαίᾳ φωνῇ, καὶ εἰπόντος θείῳ προστάγματι πεφηνέναι αὐτῷ τῶν ἀμφισβητου μένων παρ' αὐτοῦ χάριν, ὡς ἂν ἐκκαλυφθείη τῆς εὐ σεβοῦς πίστεως ἡ ἀλήθεια· θαρσῆσαί τε πρὸς τὸν λό γον, καὶ βλέψαι πρὸς αὐτὸν μετά τινος χαρᾶς καὶ ἐκπλήξεως. Εἶτα ἐκείνου κατ' εὐθὺ τὴν χεῖρα προ τείναντος, καὶ οἷον ὑποδεικνύντος αὐτῷ διὰ τῆς τῶν δακτύλων εὐθείας τὸ ἐκ πλαγίου φαινόμενον, συμ περιαγαγεῖν τοῦτον τῇ εὐθείᾳ τῆς χειρὸς τὸ ἴδιον βλέμμα, καὶ ἰδεῖν ἀντιπρόσωπον ἕτερον θέαμα τῷ ὀφθέντι, ἐν γυναικείῳ τῷ σχήματι, κρεῖττον ἢ κατὰ ἄνθρωπον· πάλιν δὲ καταπλαγέντα, συγκλιθῆναί τε πρὸς ἑαυτὸν τῷ προσώπῳ, καὶ ἀμηχανεῖν τῷ θεά ματι, μὴ φέροντα τοῖς ὀφθαλμοῖς τὴν ἐμφάνειαν (καὶ γὰρ δὴ τὸ παράδοξον τῆς ὀπτασίας ἐν τούτῳ μάλιστα ἦν, ὅτι νυκτὸς οὔσης βαθείας, φῶς τοῖς ὀφθεῖσιν αὐτῷ συνεξέλαμψεν, ὥσπερ τινὸς λαμπρᾶς ἐξαπτομένης λαμπάδος). Ἐπεὶ οὖν οὐχ οἷός τε ἦν φέρειν τοῖς ὀφθαλμοῖς τὴν ἐμφάνειαν, ἤκουσε διὰ λόγου τινὸς τῶν ὀφθέντων αὐτῷ, πρὸς ἀλλήλους τὸν περὶ τοῦ ζητουμένου λόγον διεξιόντων· δι' ὧν οὐ μό νον ἐπαιδεύθη τὴν ἀληθῆ γνῶσιν τῆς πίστεως, ἀλλὰ καὶ διὰ τῶν ὀνομάτων τοὺς ἐπιφανέντας ἐγνώρισεν, ἑκατέρου αὐτῶν διὰ τῆς οἰκείας προσηγορίας ἀνακα λοῦντος τὸν ἕτερον. Ἀκοῦσαι γὰρ λέγεται παρὰ τῆς ἐν γυναικείῳ φανείσης τῷ σχήματι παρακαλούσης τὸν εὐαγγελιστὴν Ἰωάννην, φανερῶσαι τῷ νέῳ τὸ τῆς εὐσεβείας μυστήριον· ἐκεῖνον δὲ εἰπεῖν, ἑτοίμως ἔχειν καὶ τοῦτο τῇ μητρὶ τοῦ Κυρίου χαρίσασθαι, ἐπειδὴ τοῦτο φίλον αὐτῇ· καὶ οὕτως εἰπόντα τὸν λό γον σύμμετρόν τε καὶ εὐπερίγραπτον, πάλιν μετ αναστῆναι τῶν ὄψεων. Τὸν δὲ παραχρῆμα τὴν θείαν ἐκείνην μυσταγωγίαν γράμμασιν ἐνσημήνασθαι, καὶ κατ' ἐκείνην μετὰ ταῦτα κηρύσσειν ἐν τῇ ἐκκλησίᾳ τὸν λόγον, καὶ τοῖς ἐφεξῆς, ὥσπερ τινὰ κλῆρον τὴν θεόσδοτον ἐκείνην διδασκαλίαν καταλιπεῖν· δι' ἧς μυσταγωγεῖται μέχρι τοῦ νῦν ὁ ἐκείνης λαὸς, πάσης αἱρετικῆς κακίας διαμείνας ἀπείρατος. Τὰ δὲ τῆς μυσταγωγίας ῥήματα, ταῦτά ἐστιν· Εἷς Θεὸς Πατὴρ Λόγου ζῶντος, σοφίας ὑφεστώ σης καὶ δυνάμεως, καὶ χαρακτῆρος ἀϊδίου, τέ λειος, τελείου γεννήτωρ· Πατὴρ Υἱοῦ μονογε νοῦς. Εἷς Κύριος, μόνος ἐκ μόνου, Θεὸς ἐκ Θεοῦ, χαρακτὴρ καὶ εἰκὼν τῆς θεότητος, Λόγος ἐνεργὸς, σοφία τῆς τῶν ὅλων συστάσεως περιεκτικὴ, καὶ δύναμις τῆς ὅλης κτίσεως ποιητικὴ, Υἱὸς ἀληθι νὸς ἀληθινοῦ Πατρὸς, ἀόρατος ἀοράτου, καὶ ἄφθαρτος ἀφθάρτου, καὶ ἀθάνατος ἀθανάτου, καὶ ἀΐδιος ἀϊδίου. Καὶ ἓν Πνεῦμα ἅγιον, ἐκ Θεοῦ τὴν ὕπαρξιν ἔχον· καὶ δι' Υἱοῦ πεφηνὸς, δηλαδὴ τοῖς ἀνθρώποις, εἰκὼν τοῦ Υἱοῦ τελείου τελεία, ζωὴ 46.913 ζώντων αἰτία, πηγὴ ἁγία, ἁγιότης ἁγιασμοῦ χορ ηγός· ἐν ᾧ φανεροῦται Θεὸς ὁ Πατὴρ, ὁ ἐπὶ πάντων καὶ ἐν πᾶσι· καὶ Θεὸς ὁ Υἱὸς, ὁ διὰ πάν των· Τριὰς τελεία, δόξῃ καὶ ἀϊδιότητι καὶ βασι λείᾳ μὴ μεριζομένη, μηδὲ ἀπαλλοτριουμένη. Οὔτε οὖν κτιστόν τι, ἢ δοῦλον ἐν τῇ Τριάδι, οὔτε ἐπείσακτόν τι, ὡς πρότερον μὲν οὐχ ὑπάρχον, ὕστε ρον δὲ ἐπεισελθόν. Οὔτε οὖν ἐνέλιπέ ποτε Υἱὸς Πα τρὶ, οὔτε Υἱῷ Πνεῦμα· ἀλλ' ἄτρεπτος καὶ ἀναλ λοίωτος ἡ αὐτὴ Τριὰς ἀεί. Ὅτῳ δὲ φίλον περὶ τούτου πεισθῆναι, ἀκουέτω τῆς Ἐκκλησίας, ἐν ᾗ τὸν λόγον ἐκήρυττεν,