7
δύσκολον εἶναι, ἵνα μὴ εἴπω ὅτι ἀδύνατον, ἀμιγὲς τοῦ κακοῦ τὸ ἀγαθὸν καρποῦσθαι, διὰ τοῦτό μοι τῇ γεύσει τῶν γλυκέων συγκατεμίχθη τι καὶ τῶν πικραινόντων τὴν αἴσθησιν. ἐφ' οἷς, μετὰ τὴν ἀγαθὴν τῶν εὐφραινόντων ἀπό λαυσιν, πάλιν ἐπὶ τὴν πατρίδα σκυθρωπάζων ἐπορευόμην, λογιζόμενος ὅτι ἀληθὴς ὁ τοῦ κυρίου λόγος ὁ εἰπὼν ὅλον τὸν κόσμον ἐν τῷ πονηρῷ κεῖσθαι, ὡς μηδὲν τῆς οἰκουμένης μέρος ἐλεύθερον εἶναι τῆς μοίρας τοῦ χείρονος· εἰ γὰρ ὁ τὸ ἅγιον τῆς ὄντως ζωῆς ἴχνος ὑποδεξάμενος τόπος τῆς πονηρᾶς ἀκάνθης οὐ καθαρεύει, τί χρὴ περὶ τῶν λοιπῶν ἐννοεῖν τό πων, οἷς ἡ τοῦ ἀγαθοῦ μετουσία κατεσπάρη διὰ ψιλῆς ἀκοῆς 3.5 καὶ κηρύγματος; ταῦτα δὲ πρὸς ὅ τι βλέπων φημί, πάντως οὐδὲν χρὴ γυμνότερον διὰ τῶν λόγων ἐκτίθεσθαι, αὐτῶν τῶν πραγμάτων πάσης φωνῆς γνωρίμου γεγωνότερον διαβοώντων 3.6 τὰ λυπηρά. μίαν ἔχθραν ἐνομοθέτησεν ἡμῖν ὁ τῆς ζωῆς ἡμῶν νομοθέτης, τὴν πρὸς τὸν ὄφιν λέγω, πρὸς οὐδὲν ἄλλο τὴν τοῦ μισεῖν δύναμιν ἐνεργεῖσθαι προστάξας εἰ μὴ πρὸς τὴν ἀπο στροφὴν τῆς κακίας· Ἔχθραν γὰρ θήσω, φησίν, ἀνὰ μέσον σου καὶ ἀνὰ μέσον ἐκείνου. ἐπειδὴ δὲ ποικίλη τις καὶ πο λυειδής ἐστιν ἡ κακία, διὰ τοῦ ὄφεως ὁ λόγος ταύτην αἰ νίσσεται, τῇ πυκνῇ τῶν φολίδων θέσει τὸ πολύτροπον τῆς 3.7 κακίας χαρακτηρίζων. ἡμεῖς δὲ πρὸς μὲν τὸν ὄφιν ἔνσπονδοι διὰ τοῦ τὰ θελήματα τοῦ ἀντικειμένου ποιεῖν ἐγενόμεθα, τὸ δὲ μῖσος κατ' ἀλλήλων ἐτρέψαμεν, τάχα δὲ οὐδὲ καθ' ἡμῶν ἀλλὰ κατὰ τοῦ τὴν ἐντολὴν δεδωκότος· ὁ μὲν γάρ φησιν Ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου, τὸν τῆς φύσεως ἡμῶν πολέμιον μόνον ἐχθρὸν ἡγεῖσθαι προσ τάξας, πάντα δὲ τὸν κοινωνοῦντα τῆς φύσεως πλησίον ἑκάστου εἶναι εἰπών· ἡ δὲ βαρυκάρδιος ἡμῶν γενεὰ τοῦ πλησίον ἡμᾶς διαστήσασα θάλπειν τὸν ὄφιν ἐποίησε καὶ τοῖς τῶν φολίδων 3.8 αὐτοῦ στίγμασιν ἐπιτέρπεσθαι. ἐγὼ γὰρ τὸ μὲν τοὺς ἐχθροὺς τοῦ θεοῦ μισεῖν ἔννομον εἶναί φημι καὶ ἀρέσκειν τῷ δεσπότῃ τὸ τοιοῦτον μῖσος, ἐχθροὺς δὲ λέγω τοὺς κατὰ πάντα τρό πον τὴν τοῦ δεσπότου δόξαν ἀπαρνουμένους, εἴτε τοὺς Ἰου δαίους εἴτε τοὺς φανερῶς εἰδωλολατροῦντας εἴτε τοὺς διὰ τῶν Ἀρείου δογμάτων εἰδωλοποιοῦντας τὴν κτίσιν καὶ τὴν Ἰουδαϊκὴν πλάνην ἀναλαμβάνοντας. εἰ δὲ πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα εὐσεβῶς δοξάζοιτο καὶ προσκυνοῖτο παρὰ τῶν πεπιστευκότων ἐν ἀσυγχύτῳ καὶ διακεκριμένῃ τῇ ἁγίᾳ τριάδι μίαν εἶναι καὶ φύσιν καὶ δόξαν καὶ βασιλείαν καὶ δύ ναμιν καὶ τὴν εὐσεβῆ λατρείαν καὶ τὴν ἐπὶ πάντων ἐξουσίαν, 3.9 ἐνταῦθα ὁ πόλεμος τίνα εὔλογον αἰτίαν ἔχει; ὅτε ἐπεκράτει τὰ τῆς αἱρέσεως δόγματα, καὶ τὸ παρακινδυνεῦσαι πρὸς τὰς ἐξουσίας, δι' ὧν ἐδόκει τὸ τῶν ἀντικειμένων δόγμα κρατύ νεσθαι, καλῶς εἶχεν, ὡς ἂν μὴ καταδυναστεύοιτο ταῖς ἀνθρωπίναις δυναστείαις ὁ σωτήριος λόγος· νυνὶ δὲ κατὰ πᾶσαν τὴν οἰκουμένην Ἀπ' ἄκρου τοῦ οὐρανοῦ καὶ ἕως ἄκρου τοῦ αὐτοῦ ἴσως κηρυσσομένης ἐν φανερῷ τῆς εὐσεβείας ὁ τοῖς κηρύσσουσι τὴν εὐσέβειαν πολεμῶν οὐκ ἐκείνοις μά χεται ἀλλὰ τῷ παρ' αὐτῶν εὐσεβῶς κηρυσσομένῳ· τίς γὰρ εἶναι σκοπὸς ἄλλος ὀφείλει τῷ τὸν θεῖον ἔχοντι ζῆλον, εἰ μὴ τὸ παντὶ τρόπῳ τὴν δόξαν τοῦ θεοῦ καταγγέλλεσθαι; 3.10 ἕως ἂν οὖν ἐξ ὅλης καρδίας τε καὶ ψυχῆς καὶ διανοίας προσ κυνῆται ὁ μονογενὴς θεός, ἐκεῖνο εἶναι πεπιστευμένος ἐν πᾶσιν ὅπερ ἐστὶν ὁ πατήρ, ὡσαύτως δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐν ὁμοτίμῳ τῇ προσκυνήσει δοξάζηται, οἱ τὰ περισσὰ σοφιζόμενοι ποίαν τοῦ πολεμεῖν εὐπρόσωπον ἔχουσιν ἀφορ μήν, σχίζοντες τὸν χιτῶνα τὸν ἄρρηκτον καὶ πρὸς Παῦλον καὶ Κηφᾶν τὸ ὄνομα τοῦ κυρίου καταμερίζοντες καὶ τὸν προσ εγγισμὸν τῶν τὸν Χριστὸν προσκυνούντων βδελυκτὸν ἀπο φαίνοντες, μόνον οὐ φανερῶς ἐκεῖνο βοῶντες τοῖς ῥήμασι, 3.11 Πόρρω ἀπ' ἐμοῦ· μὴ ἐγγίσῃς μοι, ὅτι καθαρός εἰμι; δεδόσθω δὲ καὶ πλέον τι αὐτοῖς κατὰ τὴν γνῶσιν, ὑπὲρ ὧν οἴονται κατειληφέναι, προσεῖναι· μὴ πλέον τοῦ πιστεύειν ἀληθινὸν 3.12 εἶναι θεὸν τὸν τοῦ θεοῦ ἀληθινὸν υἱὸν ἔχουσι; τῇ δὲ τοῦ ἀληθινοῦ θεοῦ ὁμολογίᾳ πάντα συμπεριλαμβάνεται τὰ εὐσεβῆ καὶ σῴζοντα ἡμᾶς νοήματα, ὅτι ἀγαθός, ὅτι δίκαιος,