1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

7

ἀπορρέουσα, ζωὴ διὰ πάντων ἐξητασμένη, βίος κατεσκληκώς, βλέμμα τῷ τόνῳ τῆς ψυχῆς συντεινόμενον, σεμνότης ἀνεπιτήδευτος· ἡσυχία λόγου ἐνεργεστέρα, φροντὶς περὶ τῶν ἐλπιζομένων, καταφρόνησις τῶν ὁρωμένων, ὁμοτιμία πρὸς πᾶν τὸ φαινόμενον, εἴτε τις τῶν ὑπερόγκων ἐν ἀξιώματι τύχοι, εἴτε τῶν ταπεινῶν τε καὶ ἀπερριμμένων προφαίνοιτο. ταῦτά ἐστι καὶ τὰ τοιαῦτα ἐν οἷς μιμεῖται ὁ τοῦ διδασκάλου βίος τὰ τοῦ Ἠλίου θαύματα. εἰ δέ τις προφέρει τῶν τεσσαράκοντα ἡμερῶν τὴν ἀσιτίαν, καὶ ἡμεῖς τοῦ διδασκάλου τὴν διὰ παντὸς τοῦ βίου ὀλιγοσιτίαν ἀντιπροσοίσομεν. γειτνιάζει γάρ πως τῷ ἀσίτῳ τὸ ὀλιγόσιτον καὶ μάλιστα ὅταν τὸ μὲν ἐν ὀλίγῳ γένηται χρό νῳ, τὸ δὲ πρὸς πάντα διαρκέσῃ τὸν βίον. ἄλλως τε κἀκεῖ μὲν ὁ ὀλυρίτης ἐκεῖνος ἐγκρυφίας διεκράτει τοῦ προφήτου τὸν τόνον ἔχων τι πάντως ἐν ἑαυτῷ τοιοῦτον, ᾧ συνετηρεῖτο τοῦ προσενεγκαμένου τὴν τροφὴν ταύτην ἡ δύναμις. τεκμήριον δὲ ὅτι οὐχὶ τῶν ὁμοφύλων τις αὐτῷ σιτοποιήσας τὴν τροφὴν παρεθήκατο, ἀλλ' ἀγγελικῆς παρασκευῆς ἐνεφορήθη. ὅθεν αὐτῷ πλήρης τε καὶ ἀδιάπνευστος ἦν ἡ διὰ τῆς τροφῆς ἐκείνης ἐγγινομένη τῷ σώματι δύναμις. ἐνταῦθα δὲ οὐδὲν καινοτομηθείσης τῆς συνηθείας, μέτρον τῆς τροφῆς ὁ λογισμὸς ἦν τοσοῦτον παρέχων τῷ σώματι οὐχ ὅσον ἡ φύσις ἐβούλετο, ἀλλ' ὅσον ὁ τῆς ἐγκρατείας ἐνεκελεύετο νόμος.

17 Ἡ δὲ ἱερωσύνη τοῦ διδασκάλου μιμεῖται τὰ τῆς ἱερωσύνης τοῦ προφήτου αἰνίγματα, διὰ τοῦ τρισσεύειν ἐν τῷ λόγῳ τῆς πίστεως τὸ οὐράνιον πῦρ πρὸς τὰς ἱερουργίας ἐφελκομένη. πῦρ δὲ τὴν τοῦ ἁγίου Πνεύματος δύναμιν καλεῖσθαι πολλαχῆ παρὰ τῆς Γραφῆς ἐδιδάχθημεν. αὐχμὸν δὲ γῆς ὁ διδάσκαλος οὔτε ἔλυσεν, οὔτε ἐπήγαγεν. ἐκεῖ δὲ ὁ μέγας προφήτης πλήξας τῇ μάστιγι τῆς ἀνομβρίας τὴν γῆν, ὁ αὐτὸς καὶ ἰατρὸς τοῦ τραύματος γίνεται ἐφάμιλλον τῇ ἀλγηδόνι τῆς μάστιγος τὴν ἐκ τῆς θεραπείας ἄνεσιν αὐτοῖς χαριζόμενος. εἰ δὲ χρή τι καὶ πρὸς τοῦτο τοῦ καθ' ἡμᾶς Ἠλίου θαῦμα εἰπεῖν· θείᾳ βουλήσει τῆς τοιαύτης ποτὲ συμφορᾶς ἀπειληθείσης καὶ ξηροῦ παντὸς τοῦ χειμερίου καιροῦ παραδραμόντος καὶ μηδεμιᾶς καρπῶν ὑποφαινο μένης ἐλπίδος, τότε προσπεσὼν τῷ Θεῷ ὁ διδάσκαλος μέχρι τῆς ἀπειλῆς τὸν φόβον ἔστησεν λιταῖς τὸ Θεῖον ἱλεωσάμενος καὶ λύσας διὰ προσευχῶν τὴν τῆς ἀνομβρίας κατήφειαν. ἀλλὰ καὶ τῆς τοῦ λιμοῦ παραμυθίας ἣν ἐπὶ μιᾶς ἐνεδείξατο χήρας ὁ μέγας Ἠλίας ἔχει τι καὶ ὁ καθ' ἡμᾶς βίος ἐπὶ τοῦ διδασκάλου ὁμοίωμα. λιμοῦ γάρ ποτε χαλεποῦ καταπονοῦντος αὐτήν τε τὴν πόλιν ἐν ᾗ διαιτώμενος ἐτύγχανεν καὶ πᾶσαν τὴν ὑποτελοῦσαν τῇ πόλει χώραν τὰς ἑαυτοῦ κτήσεις ἀποδόμενος καὶ εἰς τροφὰς διαμείψας τὰ χρήματα, ὅτε σπάνιον ἦν καὶ τοὺς σφόδρα παρεσκευασμένους τράπεζαν ἑαυτοῖς παραστή σασθαι, διήρκεσεν ἐκεῖνος ἐν παντὶ τῷ χρόνῳ τοῦ λιμοῦ τρέφων τούς τε πανταχόθεν συρρέοντας καὶ τὴν νεολέαν παντὸς τοῦ δήμου τῆς πόλεως, ὡς καὶ τοῖς τῶν Ἰουδαίων παισὶν ἐκ τοῦ ἴσου προτιθέναι τῆς φιλανθρωπίας ταύτης τὴν μετουσίαν.

18 ∆ιαφέρει δὲ πάντως οὐδὲν ἢ διὰ καμψάκου τὴν θείαν ἐντολήν, ἢ διά τινος ἄλλης ἀφορμῆς ἐκπληρῶσαι. ἡ γὰρ παραμυθία τῶν δεομένων οὐ ζητεῖ τὸ πόθεν, ἀλλὰ πρὸς τὸ γινόμενον βλέπει. εἰ δὲ ἀνωφερὴς ὁ Ἠλίας διὰ πυρὸς ἐγένετο θαυμαστὸν μὲν καὶ τοῦτο καὶ ὑπὲρ λόγον τὸ θαῦμα. πλὴν οὐκ ἀπόβλητον καὶ τὸ ἕτερον εἶδος τῆς ἐπὶ τὸ ἄνωφορᾶς, ὅταν τις διὰ τῆς ὑψηλῆς πολιτείας ἀπὸ γῆς εἰς οὐρανὸν ἀνοικίζηται διὰ τοῦ Πνεύματος ἅρμα τὰς ἀρετὰς ποιησάμενος. ὅπερ δὴ κατορθῶ σθαι τῷ διδασκάλῳ πᾶς ὁ εὐγνωμόνως τὰ κατ' αὐτὸν ἐξετάζων συνθήσεται.

19 Ἆρα χρὴ καὶ τοῦ Σαμουὴλ κατατολμῆσαι τῷ λόγῳ; ἀλλ' ἐν τοῖς ἄλλοις πᾶσι τῶν πρωτείων τῷ προφήτῃ παραχωρήσαντες, πρὸς δύο τινὰ τῶν περὶ αὐτοῦ λεγομένων καὶ τὰ περὶ τὸν διδάσκαλον ἡμῶν οἰκείως ἔχοντα δείξομεν· θεόσδοτος ἀμφοτέρων ἡ γέννησις ἦν. ὡς γὰρ ἐκεῖνον ἡ μήτηρ, οὕτω καὶ τοῦτον ἐξ αἰτήσεως