1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

7

∆έσποτα, τὰ τῆς χάριτός σου κύματα. Ὑπὸ γὰρ τὴν γλῶσσαν ἡ τῆς διδασκαλίας ἄβυσσος πελαγίζουσα, φέρειν αὐτῷ τὰ τῶν νοημάτων οὐκ ἐπέτρεπεν ἀλλεπάλληλα κύματα, τῇ κατεσπουδασμένῃ λειτουργίᾳ τῶν πρὸς τὸ λέγειν ὀργάνων οὐχ ὑπουργούντων. Ἐπέκοπτεν δὲ τοὺς λόγους ἕτερον μὲν οὐδὲν, εὐχὴ δὲ μόνη, καὶ ταύτην οἱ λόγοι, καὶ τούτους τὰ δάκρυα, καὶ ταῦτα πάλιν εὐχή. Καὶ ἦν ὁ λόγος τοῦ λόγου, εἰπεῖν δὲ μᾶλλον οἰκειότερον, ἐν λόγῳ, ταῖς περὶ Θεοῦ διὰ πάντων τούτων θεωρίαις συνεχῶς ἀσχολούμενος. Τὸ γὰρ σῶμα νεκρώσας μετὰ τῶν ἡδονῶν, καὶ δοῦλον δι' ἐγκρατείας τῷ ἡγεμόνι κατεργασάμενος λογισμῷ, ἀκίνητον μὲν εἶχε πρὸς τὰ μὴ δέοντα ἀσιτίᾳ προδα μασθὲν, στεῤῥὸν δὲ πρὸς τὰ λυσιτελῆ καὶ ψυχικὴν σωτηρίαν πορίζοντα. Ἀλλ' οὐδὲ νύκτες αὐτῷ τὸν τῆς ἀρετῆς δρόμον ἐνέκοπτον, ταῖς ἐξ ὕπνου φαντασίαις αὐτὸν φενακίζουσαι. Νήφοντα γὰρ ἐξ ἡμερῶν δεχό μεναι, γρηγοροῦντα κατελίμπανον παρατρέχουσαι, τοῦτο πραγματευόμενον, ἵνα μὴ καταλάβῃ τοῦτον ἡ χεὶρ τοῦ ἄρχοντος τοῦ σκότους τούτου καθεύδοντα. Ὕπνου δὲ μετελάμβανε τοσοῦτον, ὅσον πρὸς τὸ ζῇν ἱκανόν· ὅπως μὴ τῆς φυσικῆς παντελῶς ἀκολουθίας 46.837 ἀνατραπείσης, λύσιν βίαιον ὑπομείνῃ τὸ σαρκίον. Ἀνέτρεπε δὲ τοῦτον, καὶ τῶν ὀφθαλμῶν ἐξεδίωκε πολλὰ μὲν καὶ ἄλλα, μάλιστα δὲ χαμευνία καὶ σκληρ αγωγία, καὶ ἡ παντοία τοῦ σώματος κάκωσις.

Τούτοις γὰρ μάλιστα τὸ τοῦ ὕπνου πάθος ἐξορίζεσθαι πέφυκεν. Ἀκτημοσύνην δὲ τοσαύτην ἐκτήσατο, ὅσην ἔχειν τοὺς θείους ἀποστόλους ἀκούεις. ∆ιὸ καὶ εἴ τις τοῦτον ἀκτημονούντων ἀρχέτυπον καλέσει, οὐχ ἁμαρ τήσει τοῦ δέοντος. Αὐτοῦ γὰρ ἐκείνου τὴν γλυκυτάτην καὶ μακαρίαν ἔχομεν φωνὴν, ἥνπερ μέλλων ἀπαίρειν πρὸς τὰ οὐράνια, ἡμῖν ἀφῆκεν ἀκτημοσύνης διδάσκα λον, ὧδέ πως ἔχουσαν· Οὐχ ὑπῆρξε τῷ Ἐφραΐμ ποτε βαλάντιον, οὐ ῥάβδος, οὐ πήρα. Οὔτε μὴν ἀργύριον, οὔτε χρυσίον, ἀλλ' οὐδέ τινα κτῆσιν ἑτέραν ἐπὶ τῆς γῆς ἐκτησάμην. Τοῦ γὰρ ἀγαθοῦ Βασιλέως ἤκουσα ἐν τοῖς Εὐαγγελίοις φήσαντος τοῖς ἑαυτοῦ μαθηταῖς, μηδὲν ἐπὶ τῆς γῆς κτήσασθαι. Ὅθεν οὐδὲ ἐμπαθῶς ἔσχον πρός τι τοιοῦτον. Οὕτως οὖν δόξης τε καὶ χρη μάτων ὀλίγωρος, παντὸς δὲ μᾶλλον τοῦ ἀμείνονος ἐραστὴς, τῷ ἴσῳ κἀντεῦθεν τοῖς ἀποστόλοις ἁμιλλώ μενος δρόμῳ. Τί δὲ περὶ ταπεινοφροσύνης αὐτῷ προσμαρτυρή σωμεν· ὅπου γε διαῤῥήδην ἅπας αὐτοῦ λόγος καὶ σύγγραμμα ταύτην ἔχει τὴν ἀρετὴν κηρυττομένην, καίπερ αὐτῷ διωκομένην ἐκ πολλοῦ τοῦ περιόντος; Πότε γὰρ ὁ δάκρυα προσκαλούμενος δάκρυσι, σποδόν τε ὡσεὶ ἄρτον ἐσθίων, τὸ τραχὺ τῆς διαίτης, καὶ ἀνή δονον, καὶ τὸ πόμα κιρνῶν μετὰ κλαυθμοῦ, ᾗ φησι τὰ λόγια, πρὸς ἐπάρσεως ἢ οἰήσεως λίθῳ τὸν ψυχικὸν πόδα προσκρούσειεν; Ἢ ὁ τὴν ἀνθρωπίνην ἅπασαν ἀποστρεφόμενος δόξαν, καὶ περιὼν μὲν ἔτι κατὰ τὸν βίον, τινὸς ἐπαινοῦντος, ἀσχαλῶν, καὶ ἄλλο τε ἄλλην ἀλλάττων χροιὰν, κύπτων τε εἰς γῆν, καὶ στάζων ἱδρῶτι λεπτῷ, καὶ δεινῇ κρατούμενος ἀφωνίᾳ, ὥσπερ τῆς αἰσχύνης αὐτοῦ τὴν γλῶσσαν ἀργούσης; Ἀπαίρων δὲ πρὸς τὴν μακαρίαν καὶ ἄληκτον ζωὴν, αὐτὸ τοῦτο πάλιν μετὰ σφοδρᾶς ἀπείργων ἐπι τιμήσεως, καὶ λέγων· Μὴ ᾄσητε ᾆσμα ἐπὶ Ἐφραῒμ, μὴ ἐγκωμιάσητε, μή με πολυτελεῖ ἐνθάψητε ἱματι σμῷ, μὴ ἰδίᾳ τῷ σώματί μου τάφον ἐργάσησθε· λόγον γὰρ ἔχω μετὰ Θεοῦ, αὐλισθῆναί με σὺν τοῖς ξένοις. Ξένος ἐγὼ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. Ἔχεις τοιγαροῦν ἐκ περιουσίας καὶ ταύτης τῆς ἀρετῆς, καθὰ δὴ καὶ τῶν λοιπῶν, ἐναργῆ τὰ τεκμήρια. Τῆς ἐλεημοσύνης δὲ καὶ συμπαθείας οὐ ποιητὴν μόνον, ἀλλὰ καὶ διδάσκαλον τοῦτον ἐπιψη φιεῖται ὁ τῆς ἀληθείας ὅρος καὶ νόμος.

Τῇ γὰρ τελείᾳ ἀκτημοσύνῃ, τὸ παρέχειν τοῖς δεομένοις οὐκ ἔχων, ἐν τῷ τοὺς ἄλλους διεγείρειν πρὸς ἔλεον πυκναῖς παραινέσεσι, τὴν ἐλεημοσύνην μετήρχετο. Ἦν γὰρ ὡς ἀληθῶς ὁ τούτου λόγος, καὶ δίχα τῆς ὄψεως, κλεὶς θεοχάλκευτος, τοὺς τῶν πλουσίων θησαυροὺς διανοί 46.840 γων, καὶ τοῖς μετρίοις τὰ δέοντα χορηγῶν· ἡ δὲ ἀγ γελοειδὴς θεωρία ἤρκει καὶ μόνη βλεπομένη πρὸς συμπάθειαν καὶ οἰκτιρμοὺς,