1

 2

 3

 4

 5

 6

 7

 8

 9

7

Ἡσαΐαν; ∆ιὸ καὶ προσφυῶς εἶπεν, ὅτι ἐξελεύσεται. Ὁ παλαιὸς γὰρ ἐξῆλθε. Περὶ τού του δὲ τοῦ καινοῦ καὶ Ἱερεμίας προείρηκε λέγων, Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ διαθήσο μαι ὑμῖν διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἢν διεθέμην τοῖς πατράσιν ὑμῶν ἐν ἡμέρᾳ ἐπιλα βομένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν τῇ δια θήκῃ μου κἀγὼ ἠμέλησα αὐτῶν. Συνεσκιασμένα δὲ ταῦτα καὶ τὰ τοιαῦτα, ἵνα μὴ ἀφανισθῶσι τὰ βιβλία. Ὅπου γὰρ παρόντα, καὶ θαυματουργοῦντα βλέποντες, καὶ τελείαν ἀπόδειξιν τῆς ἑαυτοῦ θεότητος παρεχόμε 130.276 νον οὐκ ᾐδέσθησαν, ἀλλ' ἐσταύρωσαν, σχολῇ γ' ἂν τῶν περὶ αὐτοῦ προφητειῶν ἐφείσαντο, εἰ ταύτας ἀσυ σκιάστους ἔλαβον καὶ γυμνάς; Ἔτι δὲ καὶ τὸ τοῦ Χριστοῦ ὄνομα κλῆσις ἡμῖν ἔσται, προείρηκε μὲν Ἡσαΐας, Ὑμᾶς, λέγων, ἀνελεῖ Κύριος, τοῖς δὲ δου-λεύουσί μοι κληθήσεται ὄνομα καινὸν, καὶ εὐλο γηθήσεται ἐπὶ πάσης τῆς γῆς. Καὶ αὖθις, Ὄψονται ἔθνη τὴν δόξαν σου, καὶ πάντες οἱ βασιλεῖς τὴν δικαιοσύνην σου, καὶ κληθήσεται τὸ ὄνομα τὸ καινὸν, ὃ ὁ Κύριος ὀνομάσει αὐτό. Προεῖπε δὲ καὶ Ὠσηὲ, Καὶ ἔσται, φήσας, ἐπ' ἐσχάτων τὸ ὄνομα αὐτοῦ ἐμφανὲς ἐν πάσῃ τῇ γῇ, καὶ τῷ ὀνόματι αὐτοῦ ἐπικληθήσονται λαοὶ πολλοὶ, καὶ κατὰ τὰς ὁδοὺς αὐτοῦ πορεύσονται καὶ ζήσονται ἐν αὐταῖς. {1Τοῦ αὐτοῦ.}1 Καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλήν σου. σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν. Τὸ μὲν οὖν, Καὶ ἐν σοὶ προσεύξονται, προφητεία περὶ τῶν πιστευσάντων εἰς τὸν Χριστόν. Τὸ δὲ ὅτι Ἐν σοὶ ὁ Θεός ἐστι, τὴν ἐν τῷ προσλήμ-ματι θεότητα καταγγέλλει. Τὸ δὲ, Καὶ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, ἀπολογία τις τῶν Ἰουδαίων ἐν τῇ μελλούσῃ κρίσει, εἰ καὶ ματαία καὶ ἀπαράδεκτος. Εἰ πλάνος ἦν ὁ Χριστὸς, πῶς ὅσα προείρηκεν εἰς τέλος ἐξέβησαν; Οἷον τὰ περὶ τῆς ἐρημώσεως τοῦ ναοῦ τῶν Ἱεροσολύμων, καὶ τῆς ἁλώσεως, καὶ τῆς κατα στροφῆς τῆς πόλεως, καὶ τῆς πανωλεθρίας τῶν Ἰουδαίων, καὶ ὅσα περὶ τῶν μαθητῶν αὐτοῦ, καὶ τῶν ἐν ὀνόματι αὐτοῦ θαυμάτων, καὶ ἁπλῶς ἅπαντα. 130.312 Καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, φησὶ Μωϋ σῆς. Ὅθεν οὗτοι κακούργως ὁρμώμενοί φασιν ὅτι ἦν τὸ σκότος, οὗ ποιητικὸν αἴτιον ἡ πονηρὰ ἀρχή. Εἶτα καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. Εἰ οὖν τὸ φῶς ὃν, καὶ τὸ σκότος ὃν, ἄρα τὸ διασταλὲν ἀπὸ τοῦ φωτός. Ταῦτα μὲν οἱ σκοτεινοὶ περὶ τὸ φῶς οὗτοι. Τί δὲ 130.313 ἡμεῖς; Οὐ τὸ σκότος οὐσία τις, ἀλλὰ συμβεβηκὸς, καὶ οὐδὲν ἕτερον ἢ φωτὸς ἀπουσία. Γυρωθέντος γὰρ ἐν ἀρχῇ τοῦ οὐρανοῦ, παρυπέστη σκότος ἐξ ἐμφράξεως τῶν πέριξ συμβὰν, ὃ καὶ νῦν εἴωθεν ἐπὶ τῶν ἐμπε φραγμένων γίνεσθαι. Τούτων δὲ διαχωρισμὸς τὸ μετρητὸν διάστημα τῆς τοῦ φωτὸς ἀπουσίας. Καὶ γίνεται τρόπον τινὰ τοῦ φωτὸς ἡ ἀπουσία καὶ στέ ρησις ἕξις καὶ παρύπαρξις τῷ σκότει. Πονηρὰ δὲ ἀρχὴ, τουτέστι πονηρὸς Θεὸς, οὐκ ἔστιν. Εἰ μὲν γὰρ Θεὸς, οὐ πονηρὸς, ἀλλὰ πηγὴ ἀγαθότητος· εἰ δὲ πονηρὸς, οὐ Θεός. Πῶς γὰρ Θεὸς ἡ κακία καὶ ἁμαρ τία; Εἰ δὲ ταῦτα Θεὸς, οἴχεται πάντα, καὶ ἀνατέ τραπται.

{1Ἐκ τῆς αὐτῆς.}1 Πῶς ἔσονται δύο ἀρχαὶ, ἀγαθὴ καὶ πονηρά; Ἐν αντία γὰρ ἀλλήλοις τὸ ἀγαθὸν, καὶ πονηρὸν ἤτοι κακὸν, καὶ ἀλλήλων φθαρτικὰ, καὶ ἀσύμβατα. Καὶ λοιπὸν ἐν μέρει τοῦ παντὸς ἑκάτερον ἔσται, καὶ ὑπὸ τοῦ μέρους τούτου περιγραφήσεται· καὶ ἢ ἀλ λήλων ἅψονται, καὶ ὑπ' ἀλλήλων διαφθαρήσονται, ἢ μέσον ἔσται τι διατειχίζον, καὶ ἰδοὺ τρεῖς ἀρχαί. Καὶ αὖθις ἢ εἰρηνεύουσιν, ὅπερ τὸ πονηρὸν οὐ δύναται, ἢ μαχέσονται, ὅπερ τὸ ἀγαθὸν οὐ βού λεται, οὐδὲ δύναται. Τὸ μὲν γὰρ πονηρὸν εἰρηνεῦον οὐ πονηρόν· τὸ δὲ ἀγαθὸν μαχόμενον, οὐκ ἀγαθόν. Οὐκ ἄρα δύο ἀρχαὶ, καὶ ταῦτα ἐναντίαι, καὶ πολε μιώταται. Μία δὲ πάντως ἀγαθή. Τὸ δὲ πονηρὸν οὐκ ἀρχὴ, ἀλλὰ τοῦ ἀγαθοῦ στέρησις καὶ ἀποτυχία. {1Ἐκ τῆς αὐτῆς.}1 Εἴπερ ἄμφω θεοὶ πεφύκασιν ὁ ἀγαθὸς καὶ πονη ρὸς, ἑτέραν ἕξουσιν ἀρχήν. Καὶ δυὰς οὐκ ἀρχὴ, ἀλλὰ τοὐναντίον ἡ μονὰς ἀρχὴ τῆς δυάδος. Ἀρχὴ δὲ μὴ ὄντες, οὐδὲ Θεοὶ πάντως ἔσονται. Ἐπεὶ οὖν ἡ μονὰς ἀρχὴ