7
τὸν ἄρτον αὐτοῦ· καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ τῶν ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ ἔτι.» Ζαχαρίας, «Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια τὴν τιμὴν τοῦ τετιμημένου, ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ· καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κερα μέως, καθὰ συνέταξέ μοι Κύριος.»
Ζʹ. Περὶ τοῦ σταυροῦ, καὶ τοῦ γενομένου σκότους. «Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπ έναντι τῶν ὀφθαλμῶν ὑμῶν, καὶ
οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγεῖται ὑμῖν. Τὸ πρωῒ ἐρεῖς· Πῶς ἐγένετο ἑσπέρα; καὶ τὸ ἑσπέρας· Πῶς ἐγένετο πρωΐ;» Ἀμὼς, «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος ὁ Θεὸς, ∆ύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐν ἡμέρᾳ τὸ φῶς.» Ἱερεμίας, «Ἐπέδυσεν ὁ ἥλιος ἔτι μεσούσης τῆς ἡμέρας.» Ἡσαΐας, «Ὅλην τὴν ἡμέραν διεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀντι λέγοντα, καὶ ἀπειθοῦντα.» Καὶ πάλιν, «Ἄρατε σύσσημον εἰς τὰ ἔθνη.» Καὶ πάλιν, «Καὶ τότε ταῦτα συντελεσθήσεται, λέγει Κύριος, ὅταν ξύλον ξύλων κλιθῇ, καὶ ἀναστῇ, καὶ ὅταν ἐκ ξύλου αἷμα 46.216 στάξει.» Ζαχαρίας, «Καὶ ἔσται, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκ ἔσται φῶς· καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ· καὶ οὐχ ἡμέρα, καὶ οὐ νύξ· τὸ πρὸς ἑσπέραν ἔσται φῶς.» ∆αβὶδ, «Καὶ ὑπέμεινα συλλυ πούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντα, καὶ οὐχ εὗρον· καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.» Ὧν οὐδὲν ἔχουσι ἐπὶ ∆αβὶδ δεῖξαι γενόμενον. Καὶ πάλιν, «Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ.» Ζαχαρίας, «Ῥομφαία, ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα, καὶ ἐπ' ἄνδρα τοῦ λαοῦ μου· πάταξον τὸν ποιμένα μου, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης.» Καὶ πάλιν, «Καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἔσται τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου ἅγιον τῷ Κυρίῳ.» Ηʹ. Περὶ ἀναστάσεως Χριστοῦ. ∆αβὶδ τὴν ἀνάστασιν αὐτοῦ προορῶν ἔλεγεν· «Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς, Κύριε; ἀνάστηθι, καὶ μὴ ἀπώσῃ εἰς τέλος.» Καὶ πάλιν, «Ἀνάστα, Κύριε· σῶσόν με, ὁ Θεός μου.» Καὶ πάλιν, «Ἀνάστα, Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου.» Καὶ πάλιν, «Ἀνάστα, Κύριε, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.» Ἡσαΐας, «Νῦν ἀναστήσομαι, λέγει Κύριος, νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι, νῦν ὄψεσθε, νῦν σωθήσεσθε· ματαία ἔσται ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν.» Ὠσηὲ, «Καὶ ζητήσουσι τὸ πρόσωπόν μου ἐν θλίψει αὐτῶν, καὶ ὀρθριοῦσι πρὸς μὲ, λέγοντες, Πορευθῶμεν καὶ ἐπιστρέψωμεν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ὅτι αὐτὸς ἥρπακε, καὶ ἰάσεται ἡμᾶς· πατάξει, καὶ μοτώσει ἡμᾶς· 46.217 ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας· ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεθα ἐνώπιον αὐτοῦ, καὶ γνωσόμεθα, διώξωμεν τοῦ γνῶναι τὸν Κύριον, ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν.» ∆αβὶδ, «Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.» Καὶ πάλιν, «Ἐγε νήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος.» Τίς δὲ ἐλεύθερος θανάτου, εἰ μὴ ὁ Θεός; Γέγονε γὰρ ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ταπεινώσας τὴν ἑαυτοῦ σάρκα μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Ἡσαΐας, «Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτὸν, ἔντιμον· καὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ καταισχυνθήσεται.» Γέγονε γὰρ «εἰς κεφαλὴν γωνίας,» ἑτέρας δηλαδὴ οἰκοδομῆς τῆς κατὰ τὴν Ἐκκλησίαν, ἥτις ἐστὶ θαυμαστὴ ἐπὶ ὀφθαλ μοῖς ἡμῶν.
Θʹ. Περὶ τῆς ἀναλήψεως.
∆αβὶδ, «Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.» Ὅτι δὲ περὶ
τοῦ Σωτῆρος ἡμῶν λέλεκται, ∆ανιὴλ λέγει, «Ἐθεώρουν,» φησὶ, «καὶ ἰδοὺ θρόνοι ἐτέθησαν, καὶ Παλαιὸς ἡμερῶν ἐκάθητο.» Καὶ μετά τινα, «Καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος· καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ προσήχθη· αὐτῷ ἐδόθη ἡ τιμὴ, καὶ ἡ ἀρχὴ, καὶ ἡ βασιλεία· καὶ