7
15 Ἔνατος ἦν μετὰ τὸ πάθος τοῦτο μὴν ἢ μικρὸν ὑπὲρ τοῦτο καὶ σύνοδος ἐπισκόπων κατὰ τὴν Ἀντιόχου πόλιν ἠθροίζετο, ἧς καὶ ἡμεῖς μετέσχομεν. Καὶ ἐπειδὴ πάλιν πρὸς τὴν ἑαυτοῦ ἕκαστος ἀπελύθημεν, πρὶν τὸν ἐνιαυτὸν παρελθεῖν, ἐνθύμιον ἐμοὶ τῷ Γρηγορίῳ γίνεται πρὸς αὐτὴν διαβῆναι. Πολὺς γὰρ ἦν ὁ διὰ μέσου χρόνος, ἐν ᾧ τὰς ἐπισκέψεις αἱ τῶν πειρασμῶν περιστάσεις ἐκώλυσαν, ἃς ὑπέμενον πανταχοῦ τῆς πατρίδος ὑπὸ τῶν τῆς αἱρέσεως ἐπιστατούντων ἐξελαυνόμενος. Καὶ ἀριθμοῦντί μοι τὸν διὰ μέσου χρόνον, ἐν ᾧ τὴν κατ' ὀφθαλμοὺς συντυχίαν οἱ πειρασμοὶ διεκώλυσαν, οὐκ ὀλίγον ἐφαίνετο τὸ διάστημα ὀκτὼ μικροῦ δεῖν παραμετρούμενον ἔτεσιν. Ἐπειδὴ τοίνυν τὸ πολὺ τῆς ὁδοῦ διανύσας μιᾶς ἡμέρας ἀπεῖχον ὁδόν, ὄψις τις ἡμῖν ἐξ ἐνυπνίου φανεῖσα φοβερὰς ἐποίει τὰς ἐλπίδας τοῦ μέλλοντος. Ἐδόκουν γὰρ λείψανα μαρτύρων διὰ χειρὸς φέρειν, εἶναι δὲ ἀπ' αὐτῶν αὐγὴν οἵα ἐκ καθαροῦ γίνεται κατόπτρου, ὅταν πρὸς τὸν ἥλιον τεθῇ ἀντιπρόσωπον, ὥστε μοι τὰς ὄψεις πρὸς τὴν μαρμαρυγὴν τῆς λαμπηδόνος ἀμβλύνεσθαι. Καὶ τῆς αὐτῆς μοι νυκτὸς εἰς τρὶς γενομένης τῆς τοιαύτης ὄψεως συμβαλεῖν μὲν οὐκ εἶχον καθαρῶς τοῦ ἐνυπνίου τὸ αἴνιγμα, λύπην δέ τινα τῇ ψυχῇ προεώρων καὶ ἐπετήρουν τῇ ἐκβάσει κρῖναι τὴν φαντασίαν. Καὶ δὴ γενόμενος πλησίον τῆς ἐσχατιᾶς, ἐν ᾗ διῆγεν ἐκείνη τὴν ἀγγελικήν τε καὶ ἐπουράνιον κατορθοῦσα ζωήν, ἠρόμην τῶν ἐπιτηδείων τινὰ περὶ τοῦ ἀδελφοῦ πρῶτον, εἰ παρὼν εἴη· φήσαντος δὲ πρὸς ἡμᾶς αὐτὸν ἐξωρμηκέναι καὶ τετάρτην ἡμέραν ἄγειν, συνεὶς ὅπερ ἦν, ὅτι δι' ἑτέρας ὁδοῦ γέγονεν αὐτῷ πρὸς ἡμᾶς ἡ ὁρμή, τότε καὶ περὶ τῆς μεγάλης ἐπυνθανόμην· τοῦ δὲ φήσαντος ἐν ἀρρωστίᾳ γεγενῆσθαί τινι σπουδαιότερον εἰχόμην ἐν ἐπείξει τὸ λειπόμενον τῆς ὁδοῦ διανύων· καὶ γάρ μέ τις καὶ φόβος μηνυτὴς τοῦ μέλλοντος ὑποδραμὼν διετάρασσεν.
16 Ὡς δὲ κατ' αὐτὸν ἐγενόμην τὸν τόπον καὶ προκατήγ γειλε τῇ ἀδελφότητι τὴν παρουσίαν ἡ φήμη, τό τε σύνταγμα τῶν ἀνδρῶν ἅπαν ἐκ τοῦ ἀνδρῶνος πρὸς ἡμᾶς προεχέθη· σύνηθες γὰρ αὐτοῖς τιμᾶν τῇ ὑπαντήσει τοὺς καταθυμίους· ὁ δὲ ἐν γυναιξὶ τῆς παρθενίας χορὸς εὐκόσμως κατὰ τὴν ἐκκλησίαν τὴν εἴσοδον ἡμῶν ἀνέμενεν. Ἐπειδὴ δὲ τέλος εἶχεν ἡ εὐχή τε καὶ ἡ εὐλογία καὶ αἱ μὲν μετὰ τὸ ὑποσχεῖν τῇ εὐλογίᾳ τὴν κεφαλὴν εὐσχημόνως ἀναποδίζουσαι πρὸς ἑαυτὰς ἀνεχώ ρουν, ὑπελείπετο δὲ ἐξ αὐτῶν πρὸς ἡμᾶς οὐδεμία, εἰκάσας ὅπερ ἦν, μὴ ἐν ἐκείναις εἶναι τὴν καθηγουμένην, προηγη σαμένου τινὸς ἐπὶ τὸν οἶκον, ἐν ᾧ ἦν ἡ μεγάλη, καὶ τὴν θύραν διαπετάσαντος, ἐντὸς τῆς ἱερᾶς ἐκείνης ἐγενόμην μονῆς. Ἡ δὲ σφοδρῶς ἤδη τῇ ἀρρωστίᾳ κατείχετο, ἀνεπαύετο δὲ οὐκ ἐπὶ κλίνης τινὸς ἢ στρωμνῆς, ἀλλ' ἐπὶ τοῦ ἐδάφους, σανίδος ὑποτεταμένης τῷ σάκκῳ καὶ τὴν κεφαλὴν ἑτέρας πάλιν σανίδος ὑπερειδούσης, ἧς ἡ ἐργασία τοιαύτη τις ἦν, ὡς ἀντὶ προσκεφαλαίου τῇ κεφαλῇ γίνεσθαι, ἐν λοξῷ τῷ σχήματι τοὺς τένοντας ὑποβαίνουσα καὶ καταθυμίως ἀνέχουσα ἐφ' ἑαυτῆς τὸν αὐχένα.
17 Ἐπεὶ οὖν εἶδεν ἐγγὺς τῶν θυρῶν με γενόμενον, ὀρ θώσασα ἑαυτὴν ἐπ' ἀγκῶνος προσδραμεῖν μὲν οὐχ οἵα τε ἦν, ἤδη τῷ πυρετῷ τῆς ἰσχύος ὑπολυθείσης· πήξασα δὲ ἐπὶ τοῦ ἐδάφους τὰς χεῖρας καὶ ἐφ' ὅσον οἷόν τε ἦν ἔξω ἑαυτὴν τοῦ χαμευνίου προτείνασα τὴν τῆς ὑπαντήσεως ἐπλήρου τιμήν· κἀγὼ προσδραμὼν καὶ ταῖς χερσὶν ὑπο λαβὼν χαμαὶ τὸ πρόσωπον κεκλιμένον ἀνώρθωσά τε πάλιν αὐτὴν καὶ ἀπέδωκα τῷ συνήθει τῆς κατακλίσεως σχήματι. Ἡ δὲ προτείνασα τῷ θεῷ τὴν χεῖρα· «Καὶ ταύτην ἐπλήρωσάς μοι, φησί, τὴν χάριν ὁ θεός, καὶ οὐκ ἐστέρησάς με ἀπὸ τῆς ἐπιθυμίας μου, ὅτι ἐκίνησας τὸν σὸν οἰκέτην εἰς ἐπί σκεψιν τῆς παιδίσκης σου.» Καὶ ὡς ἂν μηδεμίαν ἐπαγάγοι τῇ ἐμῇ ψυχῇ δυσθυμίαν, τὸν στεναγμὸν κατεπράϋνε καὶ τὴν συνοχὴν τοῦ ἄσθματος κρύπτειν πως ἐβιάζετο, διὰ πάντων τε πρὸς τὸ φαιδρότερον μεθηρμόζετο, τῶν κατα θυμίων λόγων αὐτή τε κατάρχουσα καὶ ἡμῖν τὰς ἀφορμὰς δι' ὧν ἠρώτα παρασκευάζουσα. Τῆς δὲ περὶ τοῦ μεγάλου Βασιλείου μνήμης τῇ ἀκολουθίᾳ τοῦ λόγου παρεμπεσούσης, ἐμοὶ μὲν ἐπώκλαζεν ἡ ψυχὴ καὶ