7
πώς τινα τῆς αἰσχύνης ταύτης εὕρω παραμυθίαν μικράν. Τί τοίνυν μετὰ ταῦτα λέγει; Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Ἐγὼ μὲν οὖν παραμυθίαν ᾤμην εὑρήσειν τῆς ἡμετέρας αἰσχύνης, ὁρῶ δὲ προσθήκην οὐκ ἐλάττονα τῶν προτέρων. Εἰ γὰρ καὶ μηδὲν ἕτερον ἡμῖν πεπλημμέλητο, τοῦτο γοῦν ἱκανὸν εἰς ἐσχάτην γέενναν ἀπαγαγεῖν· οὕτω τῶν μὲν ἑτέροις ἁμαρτανομένων πικροὶ καθήμεθα δικασταὶ, τὰς δὲ ἑαυτῶν δοκοὺς παρορῶμεν, καὶ εἰς τὸ τὰ τῶν ἄλλων πολυπραγμονεῖν καὶ καταδικάζειν δαπανᾶται ἡμῖν ἅπας ὁ βίος. Καὶ οὐδένα ἂν εὕροις ταχέως οὐ βιωτικὸν ἄνδρα, οὐ μοναχὸν, οὐ τοῦ κλήρου, ταύτης ἐλεύθερον τῆς ἁμαρτίας· καίτοι γε τοσαύτης ἀπειλῆς κειμένης αὐτῇ· Ἐν ᾧ γὰρ κρίματι κρίνετε, κριθήσεσθε, φησί· καὶ, Ἐν ᾧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Ἀλλ' ὅμως κόλασιν μὲν τοσαύτην, ἡδονὴν δὲ τῆς ἁμαρτίας οὐδεμίαν ταύτης ἐχούσης, ἅπαντες ἐπιτρέχομεν τῷ κακῷ, καθάπερ σπουδάζοντες καὶ φιλονεικοῦντες, μὴ μόνον διὰ μιᾶς, ἀλλὰ καὶ διὰ πολλῶν ὁδῶν εἰς τὴν τῆς γεέννης κάμινον εἰσελ 47.402 θεῖν. Καὶ οὐ πρὸς τὰ δοκοῦντα ἐπίπονα εἶναι μόνον, ἀλλὰ καὶ πρὸς τὰ κουφότερα τούτων ὁμοίως ἀναπεπτώκαμεν, ἐπ' ἴσης καὶ ταῦτα κἀκεῖνα παραβαίνοντες, καὶ δεικνύντες διὰ τῶν ῥᾴστων, ὅτι καὶ τὰ ἐπιπονώτερα διὰ τὴν οἰκείαν καταφρόνησιν, οὐ διὰ τὸ βαρὺ τῶν προσταγμάτων οὐκ ἐξανύομεν. Ποῖον γὰρ, εἰπέ μοι, πόνον ἔχει, τὸ μὴ πολυπραγμονεῖν τὰ ἀλλότρια, μηδὲ καταδικάζειν τὰ τῶν πλησίον πλημμελήματα; Τοὐναντίον μὲν οὖν, πόνου δεῖται τὸ περιεργάζεσθαι καὶ κρίνειν ἑτέρους. Τίς οὖν ταῦτα ἀκούσας πιστεύσει ποτὲ ἡμῖν, ὅτι ἐκ ῥᾳθυμίας, ἀλλ' οὐκ ἀπὸ σπουδῆς καὶ τοῦ μὴ βούλεσθαι πρὸς τὸ παρακούειν ἤλθομεν; Ὅταν γὰρ ἃ μὲν ἐπιτάττει ποιεῖν, εὔκολα καὶ ῥᾷστα τοῖς βουλομένοις, ἃ δὲ ἀπαγορεύει χαλεπώτερα καὶ ἐπίπονα, ἡμεῖς δὲ τὰ προστεταγμένα ἀφέντες, τὰ κεκωλυμένα πράττομεν, ἆρα οὐχ ὡς φιλονεικοῦντας αὐτῷ ταῦτα ἁμαρτάνειν φήσουσιν ἡμᾶς οἱ ἐχθροί; Καὶ γὰρ, ὅτι πόνον οὐδένα ἔχει τὰ ἐπιτάγματα τοῦ Χριστοῦ, αὐτὸς ἀπεφήνατο λέγων· Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς· ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν. Ἀλλ' ἡμεῖς ὑπὸ τῆς ἀφάτου ῥᾳθυμίας, φορτικὰ τὰ κοῦφα ποιοῦμεν φαίνεσθαι τοῖς πολλοῖς. Τῷ μὲν οὖν ἀργεῖν καὶ καθεύδειν βουλομένῳ διαπαντὸς καὶ τὸ σιτίων μετασχεῖν καὶ πότου πάντως ἐπίπονον εἶναι δοκεῖ· οἱ δὲ ἐγρηγορότες καὶ νήφοντες οὐδὲ πρὸς τὰ πάνυ θαυμαστὰ καὶ δυσκατόρθωτα ἀναδύονται, ἀλλὰ μετὰ πλείονος οὗτοι θάρσους κατατολμῶσιν αὐτῶν, ἢ τῶν σφόδρα εὐκόλων οἱ παρειμένοι καὶ ὑπνηλοί. Οὐδὲν γὰρ, οὐδὲν οὕτως ἐστὶ ῥᾴδιον, ὃ μὴ σφόδρα βαρὺ καὶ ἐπαχθὲς ὁ πολὺς δείκνυσιν ὄκνος ἡμῖν, ὥσπερ ἐπίπονον καὶ δυσχερὲς, ὃ μὴ λίαν εὔκολον ἡ σπουδὴ καὶ ἡ προθυμία ποιεῖ. Τί γὰρ, εἰπέ μοι, τοῦ καθ' ἑκάστην ἡμέραν κινδυνεύειν κινδύνους θάνατον ἀπειλοῦντας χαλεπώτερον ἦν; Ἀλλ' ὅμως ἐλαφρὸν τοῦτο ὁ μακάριος ἐκάλεσε Παῦλος, οὑτωσὶ λέγων· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως, καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν. Εἰ γὰρ καὶ τῇ φύσει τὸ πρᾶγμα βαρὺ, ἀλλὰ τῇ τῶν μελλόντων ἐλπίδι γίνεται κοῦφον· ἣν δὴ καὶ αὐτὸς αἰτίαν τέθεικεν εἰπών· Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα.
ςʹ. Ἴδωμεν δὲ καὶ τὰ ἑξῆς. Μὴ δῶτε, φησὶ, τὰ ἅγια τοῖς κυσὶ, μηδὲ ῥίψητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων. Ὁ μὲν οὖν Χριστὸς καὶ ἐν προστάγματος τάξει τὴν ἐντολὴν δέδωκεν· ἡμεῖς δὲ ὑπὸ κενοδοξίας καὶ φιλοτιμίας ἀλόγου καὶ τοῦτο τὸ πρόσταγμα ἀνετρέψαμεν, ἀνθρώπους φθόρους καὶ ἀπίστους καὶ μυρίων γέμοντας κακῶν ἁπλῶς καὶ ἀνεξετάστως εἰς τὴν τῶν μυστηρίων παραδεχόμενοι κοινωνίαν, καὶ πρὶν ἢ τῆς οἰκείας γνώμης δοῦναι βάσανον ἀκριβῆ, πάντα τὸν περὶ τῶν δογμάτων αὐτοῖς ἐκκαλύπτοντες λόγον, καὶ τὰ προπύλαια οὔπω δυνηθέντας ἰδεῖν ἀθρόως εἰς τὰ ἄδυτα ἄγοντες. ∆ιὰ γοῦν τοῦτο τῶν οὕτω τελεσθέντων τινὲς ταχέως ἀποπηδήσαντες, μυρία εἰρ 47.403 γάσαντο δεινά. Καὶ οὐκ ἐπὶ τῶν ἄλλων μόνον, ἀλλὰ καὶ ἐφ' ἡμῶν αὐτῶν τὴν φρικωδεστάτην ταύτην