7
τοὺς προφήτας εἶχον· οὐκ ἦσαν οὕτως ἀκάθαρτοι καὶ βέβηλοι, εἰ μὴ τὰς βίβλους ἀνεγίνωσκον. Νῦν δὲ πάσης εἰσὶν ἀπεστερημένοι συγγνώμης, ὅτι τοὺς κήρυκας τῆς ἀληθείας ἔχοντες, καὶ πρὸς αὐτοὺς κείνους, καὶ πρὸς τὴν ἀλήθειαν ἵστανται ἐχθρᾷ διανοίᾳ. Ὥστε διὰ τοῦτο μᾶλλον ἂν εἶεν βέβηλοι καὶ ἐναγεῖς, ὅτι τοὺς προφήτας ἔχοντες, πολεμίᾳ αὐτοῖς κέχρηνται γνώμῃ. ∆ιὸ παρακαλῶ φεύγειν καὶ ἀποπηδᾷν αὐτῶν τοὺς συλλόγους. Οὐ μικρὰ αὕτη βλάβη τοῖς ἀσθενεστέροις τῶν ἀδελφῶν, οὐ μικρὰ ἀπονοίας ἐκείνοις πρόφασις. Ὅταν γὰρ ἴδωσιν ὑμᾶς τοὺς προσκυνοῦντας τὸν ὑπ' αὐτῶν σταυρωθέντα Χριστὸν, τὰ ἐκείνων διώκοντας καὶ σεμνοποιοῦντας, πῶς οὐχ ἡγήσονται ἄριστα αὐτοῖς ἅπαντα πεπράχθαι, καὶ οὐδενὸς ἄξια εἶναι τὰ ἡμέτερα, ὅταν οἱ πρεσβεύοντες αὐτὰ καὶ θεραπεύοντες ὑμεῖς, πρὸς τοὺς καθαιροῦντας αὐτὰ τρέχητε; Ἐάν τις ἴδῃ σὲ, φησὶ, τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; Καὶ ἐγὼ λέγω, Ἐάν τις ἴδῃ σε τὸν ἔχοντα γνῶσιν εἰς συναγωγὴν ἀπερχόμενον, καὶ σάλπιγγας θεωροῦντα, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ θαυμάζειν τὰ Ἰουδαϊκὰ πράγματα; Ὁ πίπτων οὐχὶ τοῦ ἰδίου πτώματος δίδωσι μόνον δίκην, ἀλλ' ὅτι καὶ ἄλλους ὑποσκελίζει κολάζεται· ὥσπερ καὶ ὁ ἑστὼς οὐχ ὑπὲρ τῆς οἰκείας ἀρετῆς στεφανοῦται μόνον, ἀλλ' ὅτι καὶ ἄλλους εἰς τὸν αὐτὸν ἄγει ζῆλον θαυμάζεται. Φεύγετε τοίνυν καὶ τοὺς συλλόγους, καὶ τοὺς τόπους αὐτῶν, καὶ μηδεὶς αἰδείσθω τὴν συναγωγὴν διὰ τὰ βιβλία, ἀλλὰ διὰ ταῦτα αὐτὴν μισείτω καὶ ἀποστρεφέσθω, ὅτι ἐφ' ὕβρει κατέχουσι τοὺς ἁγίους, ὅτι ἀπιστοῦσι τοῖς ἐκείνων ῥήμασιν, ὅτι τὴν ἐσχάτην αὐτῶν κατηγοροῦσιν ἀσέβειαν.
ςʹ. Καὶ ἵνα μάθητε, ὅτι οὐχ ἁγιάζει τὸν τόπον τὰ βιβλία, ἀλλὰ βέβηλον ποιεῖ τῶν συνιόντων ἡ προαίρεσις, ἱστορίαν ὑμῖν διηγήσομαι παλαιάν. Πτολεμαῖος ὁ Φιλάδελφος τὰς πανταχόθεν βίβλους συναγαγὼν, καὶ μαθὼν ὅτι καὶ παρὰ Ἰουδαίοις εἰσὶ γραφαὶ περὶ Θεοῦ φιλοσοφοῦσαι, καὶ πολιτείας ἀρίστης, μεταπεμψάμενος ἄνδρας ἐκ τῆς Ἰουδαίας, ἡρμήνευσεν αὐτὰς δι' ἐκείνων, καὶ ἀπέθετο εἰς τὸ τοῦ Σεράπιδος ἱερόν· καὶ γὰρ ἦν Ἕλλην ὁ ἀνήρ· καὶ μέχρι νῦν ἐκεῖ τῶν προφητῶν αἱ ἑρμηνευθεῖσαι βίβλοι μένουσι. Τί οὖν, ἅγιος ἔσται τοῦ Σεράπιδος ὁ ναὸς διὰ τὰ βιβλία; Μὴ γένοιτο! ἀλλ' ἐκεῖνα μὲν ἔχει τὴν οἰκείαν ἁγιότητα, τῷ τόπῳ δὲ οὐ μεταδίδωσι, διὰ τὴν τῶν συνιόντων ἐκεῖ μιαρίαν. Τὸ αὐτὸ τοίνυν καὶ περὶ τῆς συναγωγῆς λογιστέον. Εἰ γὰρ καὶ μὴ εἴδωλον ἕστηκεν ἐκεῖ, 48.852 ἀλλὰ δαίμονες οἰκοῦσι τὸν τόπον. Καὶ τοῦτο οὐ περὶ τῆς ἐνταῦθα λέγω συναγωγῆς μόνον, ἀλλὰ καὶ τῆς ἐν ∆άφνῃ· πονηρότερον γὰρ ἐκεῖ τὸ βάραθρον, ὃ δὴ καλοῦσι Ματρώνης. Καὶ γὰρ πολλοὺς ἤκουσα τῶν πιστῶν ἀναβαίνειν ἐκεῖ, καὶ παρακαθεύδειν τῷ τόπῳ. Ἀλλὰ μὴ γένοιτό ποτε τούτους πιστοὺς προσειπεῖν. Ἐμοὶ καὶ τὸ Ματρώνης καὶ τὸ τοῦ Ἀπόλλωνος ἱερὸν ὁμοίως ἐστὶ βέβηλον. Εἰ δέ τίς μου τόλμαν καταγινώσκει, πάλιν ἐγὼ τὴν ἐσχάτην αὐτοῦ καταγνώσομαι μανίαν. Εἰπὲ γάρ μοι, ὅπου δαίμονες οἰκοῦσιν, οὐχὶ ἀσεβείας χωρίον ἐστὶ, κἂν μὴ ξόανον εἱστήκῃ; Ὅπου Χριστοκτόνοι συνέρχονται, ὅπου σταυρὸς ἐλαύνεται, ὅπου βλασφημεῖται Θεὸς, ὅπου Πατὴρ ἀγνοεῖται, ὅπου Υἱὸς ὑβρίζεται, ὅπου Πνεύματος ἀθετεῖται χάρις, μᾶλλον δὲ καὶ αὐτῶν ὄντων δαιμόνων, οὐ μείζων ἐντεῦθεν ἡ βλάβη; Ἐκεῖ μὲν γὰρ γυμνὴ καὶ περιφανὴς ἡ ἀσέβεια, καὶ οὐκ ἂν ῥᾳδίως ἐπισπάσαιτο, οὐδὲ ἀπατήσειε τὸν νοῦν ἔχοντα καὶ σωφρονοῦντα· ἐνταῦθα δὲ λέγοντες Θεὸν προσκυνεῖν, καὶ εἴδωλα ἀποστρέφεσθαι, καὶ προφήτας ἔχειν καὶ τιμᾷν, τοῖς ῥήμασι τούτοις πολὺ κατασκευάζοντες τὸ δέλεαρ, τοὺς ἀφελεστέρους καὶ ἀνοήτους ἀφυλάκτως εἰς τὰς ἑαυτῶν ἐμβάλλουσι πάγας. Ὥστε τὰ μὲν τῆς ἀσεβείας ἴσα αὐτοῖς καὶ Ἕλλησι, τὰ δὲ τῆς ἀπάτης χαλεπώτερον ὑπὸ τούτων δρᾶται. Καὶ γὰρ καὶ παρ' αὐτοῖς ἕστηκε βωμὸς ἀπάτης ἀόρατος, εἰς ὃν οὐχὶ πρόβατα καὶ μόσχους, ἀλλὰ ψυχὰς ἀνθρώπων καταθύουσιν. Ὅλως δὲ εἰ θαυμάζεις τὰ ἐκείνων, τίς σοι κοινὸς πρὸς ἡμᾶς ἐστι λόγος;