7
τοῦ μύσους ἡ πόλις, καὶ πρὸ ὀμμάτων ἕκαστος τὸ πάθος λαμβάνων, ὥσπερ αὐτῷ τολμηθὲν ἔφριττεν· σπουδὴ δὲ τῶν λιμωττόντων ἐπὶ τὸν θάνατον ἦν, καὶ μακαρισμὸς τῶν φθασάντων, πρὶν ἀκοῦσαι καὶ θεάσασθαι τηλικαῦτα κακά. Ταχέως δὲ καὶ Ῥωμαίοις διηγγέλθη τὸ πάθος. Τῶν δὲ οἱ μὲν ἠπίστουν, οἱ δὲ ᾤκτειρον, τοὺς δὲ πολλοὺς εἰς μῖσος τοῦ ἔθνους σφοδρότερον συνέβη προελθεῖν. ςʹ. Ταῦτα δὲ ἔπασχον, καὶ πολλῷ τούτων χαλεπώτερα, οὐκ ἐπειδὴ τὸν Χριστὸν ἐσταύρωσαν μόνον, ἀλλ' ἐπειδὴ καὶ μετὰ ταῦτα τοὺς ἀποστόλους ἐκώλυον τὰ πρὸς σωτηρίαν λαλεῖν τὴν ἡμετέραν. Ὅπερ οὖν καὶ ὁ μακάριος Παῦλος αὐτῶν κατηγορήσας, ταῦτα αὐτοῖς προεφήτευσε τὰ κακὰ, εἰπὼν, ὅτι Ἔφθασεν ἐπ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Καὶ τί ταῦτα πρὸς ἡμᾶς; φησίν· οὐ γὰρ δὴ τῆς πίστεως ἀπάγομεν, οὐδὲ τοῦ κηρύγματος. Καὶ τί τῆς πίστεως ὄφελος, εἰπέ μοι, βίου μὴ ὄντος καθαροῦ; Ἀλλ' ὑμεῖς μὲν ἴσως ἀγνοεῖτε καὶ ταῦτα, ἅτε καὶ τῶν ἡμετέρων ὄντες ἀνήκοοι πάντων· ἐγὼ δὲ ὑμῖν ἀπαριθμήσομαι τοῦ Χριστοῦ τὰς ἀποφάσεις. Καὶ παρατηρεῖτε ὑμεῖς, εἰ μηδαμοῦ βίος ἐγκαλεῖται τότε, ἀλλ' ὑπὲρ πίστεως μόνης καὶ δογμάτων τὰ τῶν κολάσεων ὥρισται. Ἐπειδὴ γὰρ εἰς τὸ ὄρος ἀνῆλθε, πολὺν ἰδὼν ὅχλον περιῤῥοῦντα αὐτὸν, μετὰ τὰς ἄλλας παραινέσεις ἔλεγεν· Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου· καὶ, Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; Καὶ τότε ὁμολογήσω αὐτοῖς· Ἀποχωρεῖτε ἀπ' ἐμοῦ, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, οὐκ οἶδα ὑμᾶς. Καὶ τὸν ἀκούοντα μὲν, οὐ ποιοῦντα δὲ τοὺς λόγους αὐτοῦ, ὅμοιον ἔφησεν ἀνδρὶ μωρῷ εἶναι τὴν οἰκίαν ἐπὶ τὴν ψάμμον οἰκοδομοῦντι, καὶ ποταμοῖς καὶ ὑετοῖς καὶ ἀνέμοις εὐχείρωτον αὐτὴν κατασκευάζοντι. Καὶ ἐν ἄλλῳ δὲ τόπῳ δημηγορῶν, Καθάπερ οἱ ἁλιεῖς, φησὶν, ὅταν τὴν σαγήνην ἑλκύσωσι, τοὺς φαύλους ἀποκρίνουσι τῶν ἰχθύων, οὕτω κατ' ἐκείνην ἔσται τὴν ἡμέραν, τῶν ἀγγέλων εἰς τὴν κάμινον ἐμβαλλόντων τοὺς ἡμαρτηκότας ἅπαντας. Καὶ περὶ τῶν ἀσελγῶν δὲ καὶ ἀκαθάρτων ἀνθρώπων διαλεγόμενος ἔλεγεν, ὅτι Ἀπελεύσονται, ὅπου ὁ σκώληξ ὁ ἀτελεύτητος, καὶ τὸ πῦρ τὸ ἄσβεστον. Καὶ πάλιν, Βασιλεὺς, φησὶν, ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ, καὶ ἰδὼν ἄνθρωπον ἐνδεδυμένον ἱμάτια ῥυπαρὰ, πρὸς αὐτὸν εἶπεν· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; Ὁ δὲ ἐφιμώθη. Τότε λέγει τοῖς διακό47.328 νοις αὐτοῦ· ∆ήσαντες αὐτοῦ χεῖρας καὶ πόδας, βάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· τοῖς ἀκολάστοις καὶ ἀσελγέσι ταῦτα ἀπειλῶν. Καὶ παρθένοι δὲ αἱ τοῦ νυμφῶνος ἀποκλεισθεῖσαι, δι' ὠμότητα καὶ ἀπανθρωπίαν τοῦτο ἔπαθον. Καὶ ἕτεροι δὲ πάλιν διὰ τὴν αὐτὴν αἰτίαν πορεύονται εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Καὶ οἱ ἁπλῶς καὶ εἰκῆ φθεγγόμενοι καταδικάζονται· Ἐκ γὰρ τῶν λόγων σου, φησὶ, δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ. Ἆρά σοι δοκοῦμεν μάτην ὑπὲρ βίου πεφοβῆσθαι, καὶ πολλὴν τοῦ ἠθικωτέρου μέρους τῆς φιλοσοφίας ποιεῖσθαι σπουδήν; Οὐκ ἔγωγε οἶμαι, πλὴν εἰ καὶ τὸν Χριστὸν ταῦτα πάντα εἰκῆ εἰρηκέναι φαίης, καὶ τὰ τούτων πλείονα· οὐδὲ γὰρ ἅπαντα εἴρηται. Εἰ δὲ μὴ ὤκνουν μακρὸν ποιῆσαι τὸν λόγον, καὶ ἀπὸ τῶν προφητῶν καὶ ἀπὸ τοῦ μακαρίου Παύλου καὶ ἐκ τῶν ἄλλων ἀποστόλων ἐδίδαξα ἂν, ὅσην ὑπὲρ τούτου τοῦ μέρους πεποίηται σπουδὴν ὁ Θεός. Πλὴν ἀλλὰ καὶ ταῦτα ἀποχρῆν οἶμαι· μᾶλλον δὲ οὐδὲ ταῦτα μόνον, ἀλλὰ καὶ μικρὸν τῶν εἰρημένων μέρος. Ὅταν γὰρ ὁ Θεὸς ἀποφαίνηται, κἂν ἅπαξ εἴπῃ, ὡς πολλάκις εἰρημένον, οὕτω δέχεσθαι χρὴ τὸ λεχθέν. ζʹ. Τί οὖν, οἱ οἴκοι μένοντες, φησὶν, οὐ δυνήσονται ταῦτα κατορθοῦν, ἃ μὴ κατορθούμενα τοσαύτην φέρει τὴν κόλασιν; Ἐβουλόμην καὶ αὐτὸς οὐχ ἧττον ὑμῶν, ἀλλὰ καὶ πολὺ πλέον, καὶ πολλάκις ηὐξάμην τῶν μοναστηρίων ἀναιρεθῆναι τὴν χρείαν, καὶ τοσαύτην ἐν ταῖς πόλεσι γενέσθαι τὴν εὐνομίαν, ὡς μηδένα δεηθῆναί ποτε τῆς εἰς τὴν ἕρημον καταφυγῆς· ἐπειδὴ δὲ τὰ ἄνω κάτω γέγονε, καὶ αἱ μὲν