7
ἑαυτήν· Τί ποτε τοῦτό ἐστιν; ἀνήρπασταί μοι τῶν παίδων ὁ χορός· οὗτος ὑπολέλειπται μόνος· ἐν τούτῳ μοι κινδυνεύει τὰ τῆς ἀπαιδίας· τίς με γηροκομήσει λοιπὸν, ἂν οὗτος ἀπέλθῃ; οὐ γὰρ ἤρκει μοι τοὺς ἡμίσεις παραστῆσαι, εἰ δὲ μὴ τοὺς ἡμίσεις, τὰς δύο μοίρας; ἀλλὰ καὶ τὸν ὑπολελειμμένον μοι μόνον εἰς παραμυθίαν τοῦ γήρως, καὶ αὐτὸν ἐπιδώσω πάλιν; Οὐδὲν τούτων οὐκ εἶπεν, οὐκ ἐνενόησεν, ἀλλὰ καθάπερ χερσὶ τῇ παρακλήσει τῶν λόγων ἐπάρασα ἐνέβαλεν εἰς τὸν λέβητα τὸν υἱὸν, δοξάζουσα τὸν Θεὸν, ὅτι ὅλον αὐτῆς τὸν καρπὸν τῆς γαστρὸς ἐδέξατο, καὶ οὐδένα ἀπεδοκίμασεν, ἀλλ' ὁλόκληρον τὸ δένδρον ἐτρύγησεν· ὥστε θαῤῥῶν ἂν εἴποιμι, ὅτι μείζονα αὕτη τῶν παίδων ἔπαθεν. Ἐκείνοις μὲν γὰρ τὸ πολὺ τῆς ὀδύνης καὶ ἡ λειποψυχία λοιπὸν ὑπετέμνετο, αὕτη δὲ ἀκεραίῳ διανοίᾳ καὶ ἀκραιφνεῖ γνώμῃ τρανοτέραν ἐλάμβανε τῶν γινομένων τὴν αἴσθησιν διὰ τὴν φύσιν. Καὶ ἦν ἰδεῖν τριπλοῦν πῦρ, ὅπερ ἔκαυσεν ὁ τύραννος ἐκεῖνος, ὅπερ ἀνέφλεξεν ἡ φύσις, ὅπερ ἐξῆψε τὸ Πνεῦμα τὸ ἅγιον. Οὐ τοιαύτην ἀνῆψε κάμινον ὁ Βαβυλώνιος τύραννος ἐκεῖνος, οἵαν ἀνῆψε τῇ μητρὶ κάμινον ὁ τύραννος οὗτος· ἐκεῖ μὲν γὰρ ἡ τροφὴ τοῦ πυρὸς νάφθα, καὶ πίσσα, καὶ στύππιον, καὶ κληματὶς ἦν· ἐνταῦθα δὲ φύσις, ὠδῖνες, φιλοστοργία, παίδων συμφωνία. Οὐχ οὕτως ἐτηγανίζοντο ἐκεῖνοι ἐπὶ τοῦ πυρὸς κείμενοι, ὡς ἐτηγανίζετο αὕτη διὰ τὴν φιλοστοργίαν· ἀλλ' ἐκράτει διὰ τὴν εὐσέβειαν, καὶ φύσις ἐμάχετο χάριτι, καὶ ἡ νίκη τῆς χάριτος ἦν· εὐσέβεια ὠδίνων περιεγένετο, καὶ πῦρ ἐκράτει πυρὸς, τὸ πνευματικὸν τοῦ φυσικοῦ, καὶ τοῦ παρὰ τῆς ὠμότητος τοῦ τυράννου καυθέντος. Καὶ καθάπερ θαλαττία πέτρα δεχομένη κυμάτων προσβολὰς αὐτὴ μὲν ἀκίνητος μένει, ἐκεῖνα δὲ εἰς ἀφρὸν διαλύουσα ἀφανίζει ῥᾳδίως· οὕτω δὴ καὶ ἡ καρδία τῆς γυναικὸς ἐκείνης, ὥσπερ τις θαλαττία πέτρα κύματα δεχομένη τὰς προσβολὰς τῶν ὀδυνῶν, αὐτὴ μὲν ἀκίνητος ἔμενε, τὰς δὲ προσβολὰς ἐκείνας στεῤῥῷ καὶ φιλοσοφίας γέμοντι διέλυε λογισμῷ· ἐφιλοτιμεῖτο δεῖξαι τῷ τυράννῳ, ὅτι ὄντως μήτηρ αὐ50.626 τῶν ἐστιν, ὄντως ἐκεῖνοι γνήσιοι παῖδες αὐτῆς, οὐ διὰ τὴν συγγένειαν τῆς φύσεως, ἀλλὰ διὰ τὴν κοινωνίαν τῆς ἀρετῆς· οὐκ ἐνόμιζεν ὁρᾷν κολαστικὸν πῦρ, ἀλλὰ γαμήλιον λαμπάδα. Οὐχ οὕτω μήτηρ κοσμοῦσα παῖδας εἰς γάμον εὐφραίνεται, ὡς ἐκείνη κολαζομένους βλέπουσα ἔχαιρε· καὶ καθάπερ τὸν μὲν στολῇ περιβάλλουσα νυμφικῇ, τῷ δὲ στεφάνους πλέκουσα, τῷ δὲ παστάδας ἱστᾶσα γαμηλίους, οὕτω τὸν μὲν ἐπὶ τοὺς λέβητας, τὸν δὲ ἐπὶ τὰ τήγανα τρέχοντα, τὸν δὲ τὴν κεφαλὴν ἀποτεμνόμενον ὁρῶσα ἠγάλλετο. Καὶ ἦν πάντα καπνοῦ καὶ κνίσσης μεστὰ, καὶ διὰ τῶν αἰσθητηρίων ἁπάντων τὴν πεῖραν ἐδέχετο τῶν παίδων, διὰ τῶν ὀφθαλμῶν ὁρῶσα, διὰ τῆς ἀκοῆς τῶν φιλτάτων ἀκούουσα ῥημάτων, αὐτῇ τῇ ῥινὶ τὸν καπνὸν δεχομένη τῶν σαρκῶν τὸν ἡδὺν ἐκεῖνον καὶ ἀηδῆ· ἀηδῆ μὲν τοῖς ἀπίστοις, τῷ Θεῷ δὲ καὶ αὐτῇ πάντων ἥδιστον· τὸν καπνὸν ἐκεῖνον ὃς τὸν μὲν ἀέρα ἐθόλωσε, τὴν δὲ διάνοιαν τῆς γυναικὸς οὐκ ἐθόλωσεν· εἰστήκει γὰρ ἀκλινὴς καὶ ἀπερίτρεπτος ἐγκαρτεροῦσα πᾶσι τοῖς γινομένοις. Ἀλλ' ὥρα λοιπὸν καταπαῦσαι τὸν λόγον, ὥστε πλειόνων αὐτοὺς ἀπολαῦσαι τῶν ἐγκωμίων παρὰ τῷ κοινῷ διδασκάλῳ. Ταύτην μιμείσθωσαν πατέρες, ζηλούτωσαν μητέρες, καὶ γυναῖκες, καὶ ἄνδρες, ἐν παρθενίᾳ ζῶντες, καὶ σάκκους περιβεβλημένοι, καὶ κλοιὰ περικείμενοι· ὅπου γὰρ ἂν ἀφικώμεθα σκληραγωγίας τε καὶ φιλοσοφίας, προφθάνει τὴν καρτερίαν ἡμῶν τῆς γυναικὸς ἡ φιλοσοφία. Μηδεὶς τοίνυν τῶν εἰς ἄκρον ἐληλακότων ἀνδρείας καὶ καρτερίας ἀνάξιον εἶναι νομιζέτω τὴν γυναῖκα τὴν γεγηρακυῖαν διδάσκαλον ἔχειν· ἀλλ' εὐξώμεθα κοινῇ πάντες, καὶ οἱ τὰς πόλεις οἰκοῦντες, καὶ οἱ ταῖς ἐρημίαις ἐνδιαιτώμενοι, καὶ οἱ παρθενίαν ἀσκοῦντες, καὶ οἱ ἐν γάμῳ σεμνῷ διαλάμποντες, καὶ οἱ τῶν παρόντων ὑπερορῶντες ἁπάντων, καὶ τὸ σῶμα σταυρώσαντες, δυνηθῆναι τὸν