1

 2

 3

 4

 5

 6

 7

7

ἐσχάτης εὐχαριστίας ἀποπηδᾷν καὶ ἀναχωρεῖν οἴκαδε· ὃ καὶ αὐτὸ πολλῆς ἂν εἴη καταφρονήσεως. Τί ποιεῖς, ἄνθρωπε; Τοῦ Χριστοῦ παρόντος, τῶν ἀγγέλων παρεστώτων, τῆς φρικτῆς ταύτης τραπέζης προκειμένης, τῶν ἀδελφῶν σου μυσταγωγουμένων ἔτι, αὐτὸς καταλιπὼν ἀποπηδᾷς; Καὶ ἐπὶ δεῖπνον μὲν κληθεὶς, κἂν πρότερον κορεσθῇς, οὐ τολμᾷς τῶν ἄλλων ἀνακειμένων ἀναχωρῆσαι πρὸ τῶν φίλων αὐτός· ἐνταῦθα δὲ τῶν φρικτῶν τοῦ Χριστοῦ μυστηρίων ἐπιτελουμένων, τῆς ἱερᾶς τελετῆς συνεστώσης ἔτι, καταλιμπάνεις ἐν μέσῳ πάντα καὶ ἀναχωρεῖς; Καὶ ποῦ ταῦτα συγγνώμης ἄξια; ποίας δὲ ἀπολογίας; Βούλεσθε εἴπω τίνος ἔργον ποιοῦσιν οἱ πρὸ τῆς συμπληρώσεως ἀναχωροῦντες, καὶ τὰς εὐχαριστηρίους ᾠδὰς οὐκ ἐπιφέ 49.371 ροντες τῷ τέλει τῆς τραπέζης; Τάχα φορτικόν ἐστι τὸ μέλλον ῥηθήσεσθαι, ἀλλ' ὅμως ἀναγκαῖον λεχθῆναι διὰ τὴν τῶν πολλῶν ῥᾳθυμίαν. Ὅτε ἐκοινώνησε τὸ ἔσχατον δεῖπνον ὁ Ἰούδας τὸ κατὰ τὴν τελευταίαν νύκτα ἐκείνην, τῶν ἄλλων ἁπάντων ἀνακειμένων, αὐτὸς προπηδήσας ἐξέβη. Ἐκεῖνον τοίνυν μιμοῦνται καὶ οὗτοι, οἱ πρὸ τῆς ἐσχάτης ἀποπηδῶντες εὐχαριστίας. Ἐκεῖνος γὰρ εἰ μὴ ἐξῆλθεν, οὐκ ἂν ἐγένετο προδότης· εἰ μὴ κατέλιπε τοὺς συμμαθητὰς, οὐκ ἂν ἀπώλετο· εἰ μὴ τῆς ἀγέλης ἑαυτὸν ἀπέῤῥηξεν, οὐκ ἂν αὐτὸν εὗρεν ὁ λύκος μόνον, καὶ κατέφαγεν· εἰ μὴ τοῦ ποιμένος ἑαυτὸν ἐχώρισεν, οὐκ ἂν θηριάλωτος γέγονε. ∆ιὰ δὴ τοῦτο ἐκεῖνος μὲν μετὰ Ἰουδαίων, οὗτοι δὲ μετὰ τοῦ ∆εσπότου ὑμνήσαντες ἐξῆλθον. Ὁρᾷς ὅτι ἡ ἐσχάτη μετὰ τὴν θυσίαν εὐχὴ κατ' ἐκεῖνον γίνεται τὸν τύπον; Καὶ νῦν, ἀγαπητοὶ, ταῦτα ἐννοῶμεν, ταῦτα λογιζώμεθα, φοβούμενοι τὸ κείμενον ἐπὶ τούτῳ κρῖμα. Αὐτός σοι τῆς σαρκὸς μεταδίδωσι· 49.372 σὺ δὲ οὐδὲ λόγοις αὐτὸν ἀμείβῃ, οὐδὲ εὐχαριστεῖς ὑπὲρ ὧν ἔλαβες, ἀλλὰ σωματικῆς μὲν τροφῆς ἀπολαύων μετὰ τὴν τράπεζαν ἐπὶ εὐχὴν τρέπῃ, πνευματικῆς δὲ καὶ ὑπερβαλλούσης τὴν κτίσιν ἅπασαν τὴν ὁρατὴν καὶ τὴν ἀόρατον μετέχων, ἄνθρωπος ὢν καὶ τῆς εὐτελοῦς φύσεως, οὐ μένεις εὐχαριστῶν καὶ ῥήμασι καὶ πράγμασι; Καὶ πῶς οὐκ ἐσχάτης ταῦτα κολάσεως ἄξια; Ταῦτα λέγω, οὐχ ἵνα ἐπαινῆτε μόνον, οὐδ' ἵνα θορυβῆτε καὶ κράζητε, ἀλλ' ἵνα ἐπὶ τοῦ καιροῦ τούτων μεμνημένοι τῶν ῥημάτων, τὴν προσήκουσαν εὐταξίαν ἐπιδείξησθε. Μυστήρια καὶ λέγεται, καὶ ἔστιν· ἔνθα δὲ μυστήρια, πολλὴ σιγή. Μετὰ πολλῆς τοίνυν τῆς σιγῆς, μετὰ πολλῆς τῆς εὐταξίας, μετὰ τῆς προσηκούσης εὐλαβείας, τῆς ἱερᾶς ταύτης ἁπτώμεθα θυσίας, ἵνα εἰς πλείονα τὴν εὔνοιαν τὸν Θεὸν ἐπισπασώμεθα, καὶ τὴν ψυχὴν ἐκκαθάρωμεν, καὶ τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι ἡ δόξα, καὶ τὸ κράτος, καὶ ἡ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.