7
φόβον τοῦ δικαστοῦ· οὕτω καὶ τότε, τῆς φύσεως τῆς ἡμετέρας κρινομένης καὶ τῶν πλημμελημάτων τὰς εὐθύνας ἀπαιτουμένης, καὶ οἱ μηδὲν συνειδότες ἑαυτοῖς ἄγγελοι, καὶ αἱ λοιπαὶ δυνάμεις δεδοίκασι καὶ τρέμουσι διὰ τὴν ἀπειλὴν τοῦ δικαστοῦ. Ἀλλὰ τοῦτο μὲν ἔγνωμεν· τίνος δὲ ἕνεκεν καὶ διὰ τί ἔχων τὸν σταυρὸν ἔρχεται; Μάνθανε καὶ τούτου τὴν αἰτίαν. Ἵνα γὰρ δι' αὐτῶν τῶν ἔργων μάθωσιν οἱ σταυρώσαντες τὴν οἰκείαν ἀγνωμοσύνην, διὰ τοῦτο αὐτὸν τὸν ἔλεγχον τῆς μανίας αὐτοῖς δείκνυσι. Καὶ ἵνα μάθῃς ὅτι διὰ τοῦτο αὐτὸν φέρει, ἵνα αὐτῶν καθάψηται, ἄκουε πάλιν αὐτοῦ τοῦ εὐαγγελιστοῦ λέγοντος· Τότε φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς, βλέπουσαι τὸν κατήγορον, καὶ ἐπιγινώσκουσαι τὸ ἁμάρτημα. Καὶ τί θαυμάζεις, εἰ τὸν σταυρὸν φέρων ἔρχεται; αὐτὰ τὰ τραύματα μεθ' ἑαυτοῦ φέρων ἔρχεται. Πόθεν δῆλον, ὅτι αὐτὰ τὰ τραύματα φέρει μεθ' ἑαυτοῦ; Ἄκουε τοῦ προφήτου λέγοντος· Ὄψονται εἰς ὃν ἐξεκέντησαν. Καθάπερ γὰρ ἐπὶ τοῦ Θωμᾶ ἐποίησε, βουλόμενος τὴν ἀπιστίαν διορθῶσαι τοῦ μαθητοῦ, καὶ ἔδειξεν αὐτῷ τοὺς τύπους τῶν ἥλων, καὶ αὐτὰ τὰ τραύματα, καὶ λέγει, Βάλε τὸν δάκτυλόν σου, καὶ φέρε τὴν χεῖρά σου, καὶ ἴδε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, ἵνα δείξῃ αὐτῷ, ὅτι ἀληθῶς ἀνέστη· οὕτω καὶ τότε φέρει τὰ τραύματα καὶ τὸν σταυρὸν, ἵνα αὐτοῖς δείξῃ, ὅτι αὐτός ἐστιν ἐκεῖνος ὁ σταυρωθείς. Μέγα ἄρα ἀγαθὸν καὶ σωτήριον, καὶ τεκμήριον ἐναργὲς τῆς τοῦ Θεοῦ φιλανθρωπίας. εʹ. Μᾶλλον δὲ οὐχ ὁ σταυρὸς μόνον, ἀλλὰ καὶ αὐτὰ τὰ ῥήματα τὰ ἐπὶ τοῦ σταυροῦ δείκνυσιν αὐτοῦ 49.415 τὴν ἄφατον φιλανθρωπίαν. Καὶ ἄκουε αὐτῶν τῶν ῥημάτων. Παρεστώτων γὰρ αὐτῶν τῶν σταυρωσάντων καὶ τῷ θυμῷ ζεόντων, Πάτερ, φησὶν, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην· οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Εἶδες φιλανθρωπίαν ∆εσπότου; σταυρούμενος, ὑπὲρ τῶν σταυρούντων παρεκάλει· καίτοι ἐκεῖνοι ἐχλεύαζον καὶ διέσυρον αὐτὸν λέγοντες· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. Καὶ μὴν διὰ τοῦτο οὐ καταβαίνει ἀπὸ τοῦ σταυροῦ, ἐπειδὴ Υἱός ἐστι τοῦ Θεοῦ· διὰ τοῦτο γὰρ ἦλθεν, ἵνα σταυρωθῇ ὑπὲρ ἡμῶν. Καταβάτω, φησὶν, ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν, καὶ πιστεύσωμεν εἰς αὐτόν. Ὅρα ἀναισχυντίας ῥήματα καὶ προφάσεις ἀπιστίας. Τοῦ καταβῆναι ἀπὸ τοῦ σταυροῦ μεῖζον ἐποίησε, καὶ οὐκ ἐπίστευσαν, καὶ νῦν λέγουσι· Κατάβα ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομέν σοι. Τοῦ γὰρ καταβῆναι ἀπὸ τοῦ σταυροῦ πολὺ μεῖζον ἦν τὸ νεκρὸν ἀναστῆναι, τοῦ λίθου ἐπικειμένου τῷ τάφῳ· τοῦ καταβῆναι ἀπὸ τοῦ σταυροῦ πολὺ μεῖζον ἦν τετραήμερον ὄντα τὸν Λάζαρον κειρίαις ἐνειλημμένον, μετὰ τούτων ἐξαγαγεῖν ἐκ τοῦ μνημείου. Εἶδες ἀνοίας ῥήματα; εἶδες μανίας ὑπερβολήν; ἀλλὰ προσέχετε μετὰ ἀκριβείας, παρακαλῶ, ἵνα εἰδῆτε Θεοῦ φιλανθρωπίαν ὑπερβάλλουσαν, καὶ πῶς αὐτῇ τῇ ἀνοίᾳ αὐτῶν ἀφορμῇ κέχρηται εἰς συγγνώμην ὁ Χριστός. Πάτερ, φησὶν, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Μονονουχὶ γὰρ τοῦτο δηλοῖ, δι' ὧν φησιν· Ἀνόητοί εἰσι, καὶ ἀγνοοῦσιν ὃ πράττουσι. Κἀκεῖνοι μὲν ἔλεγον· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, σῶσον σεαυτόν· αὐτὸς δὲ ἐσπούδαζεν ὅπως ἐκείνους σώσῃ τοὺς ὀνειδίζοντας αὐτῷ καὶ κωμῳδοῦντας καὶ λοιδορουμένους. Ἄφες αὐτοῖς, φησὶ, τὴν ἁμαρτίαν ταύτην· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Τί οὖν; ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν; Ἀφῆκε τοῖς βουλομένοις τὴν μετάνοιαν ἐπιδείξασθαι. Καὶ εἰ μὴ ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν, οὐκ ἂν Παῦλος ἀπόστολος ἐγένετο· εἰ μὴ ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν, οὐκ ἂν εὐθέως τρισχίλιοι καὶ πεντακισχίλιοι, οὐκ ἂν αἱ πολλαὶ μυριάδες τῶν Ἰουδαίων ἐπίστευσαν ὕστερον. Ἄκουσον γὰρ τί φησι πρὸς τὸν Παῦλον Ἰάκωβος ἐν Ἱεροσολύμοις· Θεωρεῖς, ἀδελφὲ,πόσαι μυριάδες εἰσὶ τῶν πεπιστευκότων Ἰουδαίων. Μιμησώμεθα τοίνυν, παρακαλῶ, καὶ ἡμεῖς τὸν ∆εσπότην, καὶ ὑπὲρ τῶν ἐχθρῶν εὐχώμεθα. Ἅπερ χθὲς