1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

7

φησίν. Ἀλλ' οὐχὶ μόνῳ λιμῷ κολάζει, ἀλλὰ καὶ ἑτέροις μυρίοις· τὸν ἐν πενίᾳ μὲν ὄντα λιμῷ πολλάκις ἐσωφρόνισε, τὸν πλουτοῦντα δὲ καὶ εὐπορίας ἀπολαύοντα κινδύνοις, νοσήμασι, θανάτοις ἀώροις· εὐμήχανος γάρ ἐστι, καὶ ποικίλα ἔχει τῆς σωτηρίας ἡμῶν τὰ φάρμακα. Οὕτω καὶ δικασταὶ ποιοῦσιν· οὐ τιμῶσι μόνον οὐδὲ στεφανοῦσι τοὺς τὰς πόλεις οἰκοῦντας, οὐδὲ δωρεὰς παρέχουσι μόνον, ἀλλὰ καὶ κολάζουσι πολλάκις. ∆ιὰ τοῦτο καὶ ξίφος αὐτοῖς ἠκόνηται, καὶ βάραθρα παρεσκεύασται, καὶ τροχὸς, καὶ ξύλα, καὶ δήμιοι, καὶ ἕτερα μυρία κολάσεων εἴδη. Ὅπερ οὖν ἐπὶ τῶν δικαστῶν ὁ δήμιος, τοῦτο ἐπὶ τοῦ Θεοῦ λιμὸς, καθάπερ δήμιος, σωφρονίζων ἡμᾶς καὶ τῆς κακίας ἀπάγων. Οὕτω καὶ ἐπὶ τῶν γεωργῶν ἔστιν ἰδεῖν. Οὐ γὰρ δὴ μόνον περιστέλλουσι τὴν ῥίζαν τῆς ἀμπέλου οὐδὲ περιφράττουσιν, ἀλλὰ καὶ περικόπτουσι καὶ πολλὰ τῶν κλημάτων ἀποτέμνουσι· διὰ τοῦτο οὐχὶ σκαπάνη μόνον ἐκείνοις, ἀλλὰ καὶ δρέπανα πρὸς τομὴν ἐπιτήδεια. Ἀλλ' ὅμως οὐκ ἐγκαλοῦμεν οὐδὲ τούτοις· ἀλλὰ καὶ τότε μάλιστα αὐτοὺς θαυμάζομεν, ὅταν ἴδωμεν πολλὰ τῶν ἀχρήστων ἐκκόπτοντας, ὥστε τῇ τῶν περιττῶν ἀποβολῇ τοῖς μένουσι πολλὴν παρασκευάσαι τὴν σωτηρίαν. Πῶς οὖν οὐκ ἄτοπον, πατέρα μὲν, καὶ ἰατρὸν, καὶ δικαστὴν, καὶ γεωργὸν οὕτω δοκιμάζειν, καὶ μήτε ἐκεῖνον ἐκβάλλοντα τὸν υἱὸν τῆς οἰκίας, μήτε τὸν ἰατρὸν ἐκτείνοντα τὸν κάμνοντα, μήτε τὸν δικαστὴν κολάζοντα, μήτε τὸν γεωργὸν κόπτοντα μέμφεσθαι καὶ αἰτιᾶσθαι· τὸν δὲ Θεὸν, εἴ ποτε βουληθείη καθάπερ καρηβαροῦντας ἡμᾶς ἀπὸ τῆς πολλῆς ἀναστῆσαι μέθης τῆς κατὰ τὴν πονηρίαν, μέμφεσθαι καὶ μυρίαις βάλλειν κατηγορίαις; Πόσης οὐκ ἂν οἴη μανίας, μηδὲ τῆς αὐτῆς τῷ ∆εσπότῃ μεταδιδόναι δικαιολογίας, ὅσης μεταδίδομεν τοῖς συνδούλοις, ςʹ. Ταῦτα ὑπὲρ αὐτῶν τῶν ἐγκαλούντων δεδοικὼς λέγω νῦν, ἵνα μὴ πρὸς κέντρα λακτίζοντες, τοὺς πόδας αἱμάσσωσιν, ἵνα μὴ εἰς οὐρανὸν τοὺς λίθους βάλλοντες, τῇ κεφαλῇ τὰ τραύματα δέξωνται. Ἐγὼ δὲ καὶ ἑτέραν ὑπερβολὴν ἔχω πλείω ταύτης εἰπεῖν. Ἀνελὼν γὰρ τὸ ζητεῖν κατὰ συγχώρησιν λέγω εἰ χρησίμως ἔλαβε παρ' ἡμῶν ὁ Θεὸς, ἐκεῖνο λέγω μόνον, ὅτι εἰ ἔλαβε τὰ δοθέντα, οὐδὲ οὕτως ἐγκαλεῖν τις εἶχεν αὐτῷ· καὶ γὰρ κύριος ἦν τῶν αὑτοῦ. Ἐν ἀνθρώποις μὲν, ὅταν ἡμῖν παρακαταθῶνται χρήματα καὶ δανείζωσιν ἀργύριον, χάριν ὁμολογοῦμεν τοῦ χρόνου, καθ' ὃν δὴ ἐδάνεισαν, οὐκ ἀγανακτοῦμεν δὲ ὑπὲρ τοῦ χρόνου, καθ' ὃν ἀφαιροῦνται τὰ ἴδια· τῷ Θεῷ δὲ τὰ αὑτοῦ βουλομένῳ λαβεῖν ἐγκαλέσομεν, εἰπέ μοι; καὶ πῶς οὐκ ἐσχάτης ταῦτα ἀνοίας; Ἀλλ' οὐχ ὁ μέγας καὶ γενναῖος Ἰὼβ οὕτως ἐποίησεν· οὐδὲ ἡνίκα ἐλάμβανε μόνον, ἀλλὰ καὶ ἡνίκα ἀφῄρητο, χάριν ὡμο 49.253 λόγει μεγίστην, οὑτωσὶ λέγων· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Εἰ δὲ ὑπὲρ ἀμφοτέρων τούτων εὐχαριστεῖν δεῖ καὶ καθ' ἑαυτὸ, καὶ τῆς δόσεως ἡ ἀφαίρεσις οὐκ ἔλαττον ᾖ χρησιμωτέρα, ποίαν ἂν σχοίημεν συγγνώμην, εἰπέ μοι, τὸν οὕτως ἥμερον καὶ φιλάνθρωπον καὶ κηδεμόνα, καὶ παντὸς ἰατροῦ σοφώτερον, καὶ παντὸς πατρὸς φιλοστοργότερον, καὶ παντὸς δικαστοῦ δικαιότερον, καὶ γεωργοῦ παντὸς ἐπιμελέστερον τὰς ἡμετέρας θεραπεύοντα ψυχὰς τοῖς ἐναντίοις ἀμειβόμενοι, καὶ ὃν προσκυνεῖν δέον, ἀποδυσπετοῦντες; Ἆρα γένοιτ' ἄν τι μανικώτερον καὶ ἀναισθητότερον τῶν ἐν εὐταξίᾳ τοσαύτῃ λεγόντων ἀποστερεῖσθαι τῆς τοῦ Θεοῦ προνοίας ἡμᾶς; Ὥσπερ γὰρ εἴ τις φιλονεικοίη τὸν ἥλιον εἶναι ζοφερὸν καὶ ψυχρὸν, ἐσχάτης παραφροσύνης ἐκφέρει δεῖγμα τῇ ψήφῳ· οὕτως εἴ τις ἀμφιβάλλοι περὶ τῆς τοῦ Θεοῦ προνοίας, πολλῷ μᾶλλον μανίας ἐγκλήμασίν ἐστιν ὑπεύθυνος. Οὐχ οὕτως ἥλιος φανὸς, ὡς ἡ τοῦ Θεοῦ πρόνοια σαφής· ἀλλ' ὅμως τολμῶσί τινες λέγειν, ὅτι δαίμονες τὰ καθ' ἡμᾶς διοικοῦσι. Τί πάθω; Φιλάνθρωπον ἔχεις ∆εσπότην· αἱρεῖται μᾶλλον βλασφημεῖσθαι ὑπὸ σοῦ διὰ τῶν