1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

7

πολλῶν ἡμερῶν πρὸς Ἀνομοίους εἰπόντος εἶτα πρὸς Ἰουδαίους, εἶτα σιγήσαντος διὰ παρουσίαν ἐπισκόπων καὶ μαρτύρων μνήμας πολλῶν γενομένας, νῦν πάλιν πρὸς Ἀνομοίους περὶ ἀκαταλήπτου λόγος

βʹ. Φέρε δὴ πάλιν πρὸς τοὺς ἀπίστους Ἀνομοίους ἀποδυσώμεθα· εἰ δὲ ἀγανακτοῦσιν ἄπιστοι καλούμενοι, φευγέτωσαν τὸ πρᾶγμα, κἀγὼ κρύπτω τὸ ὄνομα· ἀποστήτωσαν τῆς ἀπίστου διανοίας, καὶ ἀφίσταμαι τῆς ἐπονειδίστου προσηγορίας. Εἰ δὲ αὐτοὶ διὰ τῶν ἔργων τὴν πίστιν ἀτιμάζοντες καὶ ἑαυτοὺς καταισχύνοντες οὐ καταδύονται, τίνος ἕνεκεν πρὸς ἡμᾶς δυσχεραίνουσι διὰ τῶν ῥημάτων ἐγκαλοῦντας αὐτοῖς ἃ διὰ τῶν ἔργων αὐτοὶ ἐπιδείκνυνται; Πρώην μὲν γὰρ ἡνίκα εἰς τὸ στάδιον τῶν λόγων τούτων καθήκαμεν, καθάπερ δὴ μέμνησθε, καὶ τῶν αὐτῶν ἡψάμεθα παλαισμάτων, οἱ πρὸς Ἰουδαίους ἡμᾶς εὐθέως ἀγῶνες διεδέξαντο καὶ οὐκ ἦν ἀσφαλὲς τὰ οἰκεῖα μέλη νενοσηκότα παρατρέχειν. Οἱ μὲν γὰρ πρὸς Ἀνομοίους λόγοι ἀεὶ καιρὸν ἔχουσι· τότε δὲ τοὺς ἀρρωστοῦντας τῶν ἀδελφῶν τῶν ἡμετέρων καὶ τὰ ἰουδαϊκὰ νοσοῦντας εἰ μὴ προλαβόντες εὐθέως ἐξηρπάσαμεν τῆς πυρᾶς τῆς ἰουδαϊκῆς, οὐδὲν ὄφελος ἡμῖν λοιπὸν ἐγίνετο τῆς παραινέσεως, τῆς ἁμαρτίας τῆς κατὰ τὴν νηστείαν προχωρησάσης αὐτοῖς. Μετὰ δὲ τοὺς πρὸς ἐκείνους ἀγῶνας πάλιν διεδέξατο πατέρων παρουσία πνευματικῶν πολλῶν πολλαχόθεν ἐνταῦθα ἀφιγμένων, καὶ οὐδὲ τότε εὔκαιρον ἦν, ἁπάντων ἐκείνων καθάπερ τινῶν ποταμῶν εἰς τὴν πνευματικὴν ταύτην ῥεόντων θάλασσαν, τὸν ἡμέτερον ἐκτείνεσθαι λόγον· καὶ μετὰ τὴν ἐκείνων δὲ ἀποδημίαν μαρτύρων ἀπήντησαν ἐπάλληλοι μνῆμαι καὶ συνεχεῖς, καὶ οὐκ ἔδει καταφρονῆσαι τῆς τῶν ἀθλητῶν ἐκείνων εὐλογίας. Ταῦτα δὲ λέγω καὶ ἀπαριθμοῦμαι, ἵνα μὴ νομίσητε ἐξ ὄκνου τινὸς καὶ ῥᾳθυμίας ἡμῖν γενέσθαι τὴν ἀναβολὴν τῶν ἀγώνων τῶν πρὸς ἐκείνους. Νῦν γοῦν ἐπειδὴ καὶ τῆς πρὸς Ἰουδαίους λοιπὸν ἀπηλλάγημεν μάχης καὶ οἱ πατέρες πρὸς τὰς ἑαυτῶν ἐπανῆλθον πατρίδας καὶ τῆς εὐλογίας τῶν μαρτύρων ἀπελαύσαμεν ἱκανῶς, φέρε δὴ λοιπὸν τὴν χρονίαν ὠδῖνα τῆς ἡμετέρας ἀκροάσεως λύσωμεν. Εὖ γὰρ οἶδ' ὅτι ἐμοῦ τοῦ λέγοντος οὐκ ἔλαττον ἕκαστος ὑμῶν ὠδίνει τοὺς περὶ τούτων ἀκοῦσαι λόγους· τὸ δὲ αἴτιον, φιλόχριστος ἡμῖν ἄνωθεν ἡ πόλις ἐστί, καὶ πατρῴαν ταύτην διεδέξασθε κληρονομίαν, μηδέποτε περιορᾶν τὰ τῆς εὐσεβείας δόγματα νοθευόμενα. Πόθεν τοῦτο δῆλον; Κατέβησάν τινες ἀπὸ τῆς Ἰουδαίας ποτὲ ἐπὶ τῶν προγόνων τῶν ὑμετέρων, ἐπιθολοῦντες τὰ καθαρὰ τῆς ἀποστολικῆς διδασκαλίας δόγματα, καὶ κελεύοντες περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον Μωϋσέως. Ταύτην οὐκ ἤνεγκαν σιγῇ τὴν καινοτομίαν οἱ τότε τὴν πόλιν ὑμῶν οἰκοῦντες· ἀλλ' ὥσπερ τινὲς γενναῖοι σκύλακες λύκους ὁρῶντες ἐπεισιόντας καὶ τὴν ποίμνην ἅπασαν διαφθείροντας, οὕτως ἐπιπηδήσαντες ἐκείνοις οὐ πρότερον ἀπέστησαν σοβοῦντες αὐτοὺς πάντοθεν καὶ ἀπελαύνοντες, ἕως παρεσκεύασαν παρὰ τῶν ἀποστόλων πανταχοῦ τῆς οἰκουμένης πεμφθῆναι δόγματα ἀποτειχίζοντα κἀκείνοις καὶ τοῖς μετ' ἐκείνους ἅπασι τὴν τοιαύτην κατὰ τῶν πιστῶν ἔφοδον. Πόθεν οὖν ἡμῖν ἀρκτέον τῶν πρὸς ἐκείνους λόγων; Πόθεν ἄλλοθεν ἀλλ' ἢ ἀπὸ τῆς κατὰ τὴν ἀπιστίαν κατηγορίας; Πάντα γὰρ ποιοῦσι καὶ πραγματεύονται, ὥστε ἐξωθῆσαι τῆς τῶν ἀκουόντων διανοίας τὴν πίστιν, οὗ τί γένοιτ' ἂν μεῖζον ἀσεβείας ἔγκλημα; Ὅταν γὰρ ὁ Θεὸς ἀποφαίνηταί τι, δέχεσθαι χρὴ πιστῶς τὸ λεχθέν, οὐ περιεργάζεσθαι τολμηρῶς. Ὁ βουλόμενος αὐτῶν καλείτω με ἄπιστον, ἀλλ' οὐκ ἀγανακτῶ. ∆ιὰ τί; ∆ιὰ γὰρ τῶν ἔργων ἐπιδείκνυμαι τὴν προσηγορίαν. Καὶ τί λέγω· Καλείτω με ἄπιστον; καλείτω με καὶ μωρὸν ἐν Χριστῷ; Καὶ ἐπὶ τούτῳ ὥσπερ ἐπὶ στεφάνῳ πάλιν ἀγάλλομαι· καὶ μετὰ Παύλου κοινωνῶ τῆς προσηγορίας ταύτης. Ἐκεῖνος γάρ φησιν· «Ἡμεῖς μωροὶ διὰ Χριστόν.» Πάσης σοφίας αὕτη ἡ μωρία φρονιμωτέρα. Ἃ γὰρ οὐκ ἴσχυσεν ἡ ἔξωθεν εὑρεῖν σοφία, ταῦτα κατώρθωσεν ἡ μωρία ἡ κατὰ Χριστόν· αὕτη τὸ σκότος τῆς οἰκουμένης ἀπήλασεν, αὕτη τὸ φῶς τῆς γνώσεως ἐπανήγαγε. Τί δέ ἐστι μωρία κατὰ