7
λείπεταί σοι τὸ προσαιτεῖν. Ἀλλὰ ταύτῃ μὲν ἀκόλαστος 59.763 ἡ τοῦ μισθοῦ πρότασις· τί δὲ ἡ τῆς ὀρχηστρίδος αἴτησις; Οὐκ ἐσχεδίασε τὸ δῶρον, οὐκ ἐξ αὐτοσχεδίου τὸν μισθὸν ᾔτησεν· ἀλλὰ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς, ἀπέρχεται χρήσασθαι συμβούλῳ τοῦ μισθοῦ τῇ κακῇ διδασκάλῳ. Καὶ ποῖον ᾔτησε μισθόν; ∆ός μοι ὧδε ἐξ αὐτῆς ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ. Ἆρα μὴ δακρύσω τῆς αἰσχύνης τὴν ὑπερβολὴν, τοῦ κατορθώματος τὸ αἰσχρὸν, τοῦ βασιλέως τὴν ἐπαγγελίαν, τοῦ μισθοῦ τὴν αἴτησιν; οὐ φρίσσετε λοιπὸν τῶν ὀρχουμένων τὰ τέλη; οὐ βδελύσσετε τῶν κρότων τοὺς λογισμούς; οὐκ ἀποπτύετε τῶν ἡμιγύμνων τοὺς λυγισμούς; Τολμᾶς ὀρχηστὴν φίλον ἔχειν; τολμᾷς σεαυτὸν τάττειν ἐραστὴν ὀρχηστοῦ; Οὐ μισεῖς τὸ πρᾶγμα, ὅπερ ἀμελούμενον γέλωτα καὶ παρὰ τοῖς θεαταῖς ὀφλισκάνει; Ὀφλισκάνει μὲν γέλωτα, εἰς ἄκρον δὲ κατορθωθὲν, προφήτην φονεύει. Μισήσωμεν ὄρχησιν, εὕρημα δαιμόνων καὶ μελέτην κακοδαιμόνων. Ἐπὶ τούτοις ὁ Ἡρώδης ἐλυπήθη· ἐλυπήθη δὲ ἄκρως, ὡς ἂν εἴποι τις, καὶ μιμεῖται τὸν Πιλᾶτον, μᾶλλον δὲ τὸν τρόπον τοῦ Πιλάτου· προγενέστερον γὰρ τὸ διήγημα. Νίπτεται τὰς χεῖρας ἐκεῖνος, καὶ τῇ ψήφῳ τῇ κολαστικῇ παραδίδωσι· λυπεῖται καὶ οὗτος, καὶ διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐπένευσεν. Οὐ καλῶς ἔλεγεν ὁ Κύριος σήμερον, Μὴ ὀμόσῃς ὅλως; Εἶδες ∆εσπότου παραίνεσιν· Μὴ ὀμόσῃς ὅλως. ∆ιὰ τί γὰρ ὀμνύεις, ἢ ἵνα ἐπιορκῶν παγιδεύσῃς σαυτὸν, ἢ εὐορκῶν προφήτην φονεύσῃς; Κακῶς ὤμοσε, χεῖρον εὐώρκωσεν· ὅμως, ∆ιὰ τοὺς ὅρκους, φησὶ, καὶ τοὺς συνανακειμένους. Τοὺς συνανακειμένους ᾐδέσθης, καὶ τὸν Κριτὴν οὐκ ἐφοβήθης; Καὶ ἐκέλευσε, φησὶ, Καὶ παραχρῆμα ἠνέχθη ἡ κεφαλὴ Ἰωάννου τοῦ Βαπτιστοῦ ἐπὶ πίνακος, καὶ ἐδόθη κορασίῳ. Ἴδε τοῦ πικροῦ συμποσίου πικρότερον καὶ τὸ τέλος· τέμνεται ἡ κεφαλὴ τοῦ προφήτου, δίδοται τῷ κορασίῳ, καὶ τὸ κοράσιον δέχεται· οὐ φρίττει τὸ θέαμα, οὐ κατεπλάγη τὴν κεφαλὴν, οὐκ ἀπεστράφη τὰς τῶν αἱμάτων ῥανίδας· ὄντως ὠμῆς λεαίνης σκύμνος ὠμότερος. Ἐπὶ πίνακος τίθεται κεφαλὴ προφήτου, ἐφ' οὗ τὰ ἐδέσματα παραφέρεται· καὶ τὸ αὐτὸ σκεῦος ἐδεσμάτων καὶ φόνου, καὶ αὐτῆς ὥρας ἔτι τοῦ λύθρου στάζοντος, ἔτι παλλούσης τῆς κεφαλῆς, τάχα καὶ εἰς τὸ συμπόσιον παρενεχθεῖσα ἡ κεφαλή· ἔτι τῆς γλώττης σαλευομένης ἐβόα· Οὐκ ἔξεστί σοι ἔχειν αὐτήν. Καὶ λαβοῦσα ἀπήνεγκε τῇ μητρὶ αὐτῆς. Ἀπέλαβεν ἡ ὀρχηστροδιδάσκαλος τῆς κακῆς διδασκαλίας τὸ ἀσεβὲς κατόρθωμα. δʹ. Τοῦτο μὲν οὖν ἀναγκαίως ἠρευνήσαμεν τὸ διήγημα, ἵνα τοὺς ὀφθαλμοὺς τῶν φιλοθεαμόνων ἐκσμήξωμεν, καὶ πείσωμεν ὑμᾶς ἀποστρέφεσθαι τὰ τοιαῦτα θεάματα. Ἀλλὰ μὴ καταλύσωμεν τὸν λόγον ἐν σκυθρωπῷ διηγήματι, μηδὲ λόγον ἐκκλησιαστικὸν ὀρχηστρὶς καταστελλέτω, ἀλλ' ἀντιθῶμεν ἀκολάστῳ συμποσίῳ καὶ τυραννικῷ καὶ πικρῷ συμπόσιον δεσποτικὸν καὶ φιλάνθρωπον, ἵνα νοήσωμεν πηλίκος ὁ τῆς μετανοίας καρπός. Ἠρώτησε τὸν Κύριον τῶν Φαρισαίων τις εἰσελθεῖν καὶ φαγεῖν ἄρτον, Εἰσῆλθεν ὁ ∆εσπότης, καὶ ἀνέκειτο. Εἰ γὰρ καὶ ᾔδει τῶν καλούντων τὰς γνώμας, ἀλλὰ καὶ μακροθυμῶν ἔφερεν. Ὅτι γὰρ ὁ καλέσας ὑποκριτὴς ἦν, τὰ ἑξῆς δείκνυσιν· Ἀνακειμένου τοῦ Κυρίου καὶ ἔτι ὄντος τοῦ συμποσίου, Γυνή τις ἦν, φησὶν, ἐν τῇ πόλει ἁμαρτωλός. Ἀκούσασα ὅτι Ἰησοῦς ἐκεὶ κατάκειται, ἔρχεται, φησὶν, εἰς τὸν οἶκον· καὶ κομίσασα ἀλάβαστρον μύρου, κατέχεεν ἐπὶ τῶν ποδῶν τοῦ ∆εσπότου, καὶ κατεφίλει τὰ ἴχνη, καὶ ἐξέμασσε ταῖς θριξὶν αὐτῆς. Ἵνα δὲ γνῶς, ὅτι ὑποκριτὴς ὁ καλέσας, διαλογίζεται ἐν ἑαυτῷ ὁ Φαρισαῖος· Οὗτος, εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἡ ἁπτομένη αὐτοῦ· ὅτι ἁμαρτωλός ἐστιν. Οὐ γὰρ ὑποκριταὶ μόνον οἱ Φαρισαῖοι, ἀλλὰ καὶ φθονεροί. Παρὰ σοὶ Χριστὸς ἀνάκειται, καὶ ταῦτα εἰδώς σου τὸν τρόπον, καὶ οὐδεὶς βασκαίνει· ἦλθεν