7
εἰ αὐτοῦ μόνου ἦν, οὐκ ἂν ἐγένοντο διάφοροι τιμαί· πάντας γὰρ αὐτὸς ἐποίησε, καὶ πάντων ὁμοίως κήδεται. Ὅτι δέ εἰσι διάφοροι τιμαὶ, ἄκουε Παύλου τοῦτο δηλοῦντος καὶ λέγοντος· Ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ. Καὶ πάλιν, Εἴ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσὸν, ἄργυρον, λίθους τιμίους. Τὸ ποικίλον γὰρ τῆς ἀρετῆς ἐμφαίνων ὁ Παῦλος, οὕτω τὸν λόγον διεσκεύασε.
Ταῦτα δὲ ἔλεγε, δεικνὺς ὅτι οὐκ ἔστι καθεύδοντας καὶ ῥέγχοντας εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλὰ διὰ πολλῶν θλίψεων δεῖ λαβεῖν τὰ βραβεῖα ἐκεῖνα. Ἐπειδὴ γὰρ διὰ τὸ πολλῆς ἀπολαύειν φιλίας καὶ παῤῥησίας ἐνόμιζον ὅτι καὶ τῶν ἑτέρων προτι 48.776 μηθήσονται, ἵνα μὴ ταῦτα ὑποπτεύοντες ῥᾳθυμότεροι γένωνται, ταύτης ἀπάγων αὐτοὺς τῆς ὑπονοίας, φησίν· Οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' ὑμῶν, εἰ βουληθείητε, λαβεῖν· ἵνα πλείονα ἐπιδείξησθε προθυμίαν, ἵνα μείζονα πόνον, ἵνα πολλὴν τὴν σπουδήν· τοῖς γὰρ ἔργοις τίθημι τοὺς στεφάνους, καὶ τοῖς πόνοις τὰς τιμὰς, καὶ τῷ ἱδρῶτι τὰ βραβεῖα· αὕτη παρ' ἐμοὶ σύστασις ἀρίστη, ἡ ἀπὸ τῶν ἔργων ἀπόδειξις. ʹ. Ὁρᾷς, πῶς οὐ μάτην ἔλεγον, ὅτι οὔτε αὐτοῦ ἐστιν, οὔτε τοῦ Πατρὸς, ἀλλὰ τῶν ἀγωνιζομένων καὶ πονούντων καὶ ταλαιπωρουμένων; ∆ιὰ δὴ τοῦτο καὶ τῇ Ἱερουσαλὴμ ἔλεγε· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, ὃν τρόπον ὄρνις τὰ νοσσία ἑαυτῆς, καὶ οὐκ ἠθελήσατε; ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Ὁρᾷς ὅτι τῶν ῥᾳθυμούντων καὶ ἀναπεπτωκότων καὶ ὑπτίων κειμένων οὐκ ἔνι τινὰ σωθῆναί ποτε; Ἐκ τούτου καὶ ἕτερόν τι μανθάνομεν ἀπόῤῥητον, ὅτι οὐκ ἀρκεῖ οὐδὲ μαρτύριον τὴν ἀνωτάτω δοῦναι τιμὴν καὶ τὴν ὑψηλοτάτην προεδρίαν. Ἰδοὺ γοῦν τούτοις προεῖπεν, ὅτι μαρτυρήσουσι μὲν, οὐ πάντως δὲ τῶν πρωτείων τεύξονται· εἰσὶ γάρ τινες οἱ καὶ μείζονα δυνάμενοι ἐπιδείξασθαι.
Καὶ τοῦτο δηλῶν ἔλεγε· Τὸ μὲν ποτήριόν μου πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε· τὸ δὲ ἐκ δεξιῶν καθίσαι, καὶ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν δοῦναι· οὐχ ὅτι καθίζει, ἀλλὰ τὸ μείζονος ἀπολαῦσαι τιμῆς, τὸ τῶν πρωτείων ἐπιτυχεῖν, τὸ ἀνωτέρω πάντων γενέσθαι, τοῦτό ἐστι, φησίν· τὸ τοίνυν καθίσαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, συγκαταβαίνων αὐτοῖς ἐπὶ τῇ ὑπονοίᾳ φησίν. Ἐκεῖνοι γὰρ τὰ πρῶτα ἐζήτουν, καὶ τὸ τῶν ἄλλων ἁπάντων μείζους φανῆναι. Τοῦτο οὖν αὐτὸ, φησὶ, τὸ τῶν ἄλλων ὑμᾶς μείζους φανῆναι, καὶ πάντων ἀνωτέρους, οὐκ ἔστιν ἀπὸ τούτου μόνου λαβεῖν· ἀποθανεῖσθε μὲν γάρ· τὸ δὲ τῆς ἀνωτάτω τιμῆς ἀπολαῦσαι οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' ἐκείνοις οἷς ἡτοίμασται. Καὶ τίσιν ἡτοίμασται; εἰπέ μοι. Ἴδωμεν τίνες οὗτοι οἱ μακάριοι, καὶ τρισμακάριοι, καὶ τῶν λαμπρῶν ἐκείνων ἀπολαύοντες στεφάνων. Τίνες οὖν εἰσιν οὗτοι, καὶ τί ποιήσαντες οὕτω φανοῦνται λαμπροί; Ἄκουσον αὐτοῦ λέγοντος· ἐπειδὴ γὰρ ἠγανάκτησαν οἱ δέκα περὶ τῶν δύο, ὅτι δὴ ἀποῤῥαγέντες τοῦ χοροῦ, τὴν ἀνωτάτω τιμὴν εἰς ἑαυτοὺς περιστῆσαι ἐβούλοντο, ὅρα πῶς καὶ ἐκείνων διορθοῦται τὸ πάθος καὶ τούτων. Καλέσας γὰρ αὐτούς φησιν· Οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν· παρὰ δὲ ὑμῖν οὐκ ἔσται οὕτως, ἀλλ' ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, γενέσθω πάντων ἔσχατος.
Ὁρᾷς ὅτι τοῦτο ἐβούλοντο, τὸ πρῶτοι γενέσθαι καὶ μείζους καὶ ἀνώτεροι, καὶ, ὡς ἂν εἴποι τις, ἄρχοντες αὐτῶν; ∆ιὰ δὴ τοῦτο πρὸς τοῦτο ἱστάμενος, καὶ τὰ ἀπόῤῥητα αὐτῶν εἰς μέσον ἐξάγων ἔλεγεν· Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω πάντων διάκονος. Εἰ προεδρίας ἐρᾶτε, φησὶ, καὶ τῆς ἀνωτάτω τιμῆς, τὰ ἔσχατα διώκετε, τὸ πάντων εὐτελέστεροι εἶναι, τὸ πάντων ταπεινότεροι, τὸ πάντων μικρότεροι, τὸ μετὰ τοὺς ἄλλους ἑαυτοὺς τάττειν. Αὕτη γὰρ ἡ ἀρετὴ ἐκείνην δίδωσι τὴν τιμήν. Καὶ τὸ παράδειγμα