1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

7

εἰληφὼς, εἰς θεότητος ἀξίαν τὸν νοῦν ἑαυτοῦ ἀνεπτέρωσε, καὶ κατὰ τοῦ πλάστου αὐτοῦ πτέρναν ὁ ἄθλιος ἐπῆρε· καὶ ὅπως ἄκουε. Ὁ γὰρ κακόβουλος ὄφις προσελθὼν, τί φησι τῇ γυναικί; Τί ὅτι ἐνετείλατο ὑμῖν ὁ Θεὸς ἐκ τοῦ καρποῦ τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν μὴ φαγεῖν; Ἧ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. Βλέπεις, ἀκροατὰ, τοῦ ἐχθροῦ τὴν ἐπίνοιαν; βλέπεις τοῦ πλάνου τὰ σκάνδαλα; ὁρᾷς οἷος πολύπλοκος ὢν, διὰ ποίων ῥημάτων ἐδελέασε τὴν Εὔαν; Ἧ δ' ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ ἀπηγορευμένου ξύλου, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. Ὢ τῆς κακοβουλίας τοῦ πλάνου! ὢ τῆς ἀτιμίας ἧς προσήγαγε διὰ δολίων ῥημάτων τῇ γυναικί! ὢ τῆς ἐνέδρας, δι' ἧς καταβάλλει εἰς ᾅδου πυθμένα τὸν εἰς ὕψος ἀναχθέντα τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ! Καὶ οὐ γυμνὸς προσέρχεται τῇ Εὔᾳ ὁ δόλιος, ὡς ἦν αὐτοῦ ἡ ἀξία, ἀλλ' ἐν ἐνδύματι τοῦ ὄφεως προσομιλεῖ τῇ γυναικὶ πρὸς τὸ δελεάσαι αὐτὴν, καὶ ἀκουτισθῆναι τούτου τοῖς ῥήμασιν εὐπειθῶς. Εἰ γὰρ ἦλθεν ὡς ἦν μεμορφωμένος, εὐθέως ἡ Εὔα ἀπεπήδα, καὶ πρὸς τὸν ἴδιον ἄνδρα ἀπέτρεχεν. Ἀλλὰ τὴν τοῦ ὄφεως μορφὴν ἐνδυσάμενος ὁ πανοῦργος, τοιούτοις λόγοις πρὸς αὐτὴν ἐχρήσατο· Προσελθοῦσα ἅψαι τοῦ ξύλου, οὗ ὑμῖν ἐνετείλατο ὁ Θεὸς μὴ φαγεῖν· πρόσχες εἰς αὐτὸ, ὡραῖον εἰς ὅρασιν τοῖς ὀφθαλμοῖς σου πρόκειται, καὶ καλὸν εἰς βρῶσιν τῷ στόματί σου γενήσεται. Ἰδοὺ νῦν φοβερὰ τοῖς θηρίοις καὶ τοῖς πετεινοῖς καθέστηκας, φοβερωτέρα μετὰ τὴν γεῦσιν αὐτοῖς ὀφθήσῃ· ἀρτίως μορφὴν ἀνθρωπίνην περικειμένην σε θεωροῦσι, νυνὶ δὲ γευσαμένη τοῦ ξύλου, θεότητος μόρφωσιν περιβαλήσῃ, καὶ γινώσκουσα γενήσῃ καλὸν καὶ πονηρόν. Οὐδὲν ἀπὸ τῶν ὀφθαλμῶν ὑμῶν ἀποκρυβήσεται, οὐδὲ ἐκ τῆς ἀκοῆς ὑμῶν τι λήθῃ παραδράμῃ, ἀλλὰ πάντα τὰ ὁρατὰ καὶ τὰ ἀόρατα ἐν ὑμῖν γενήσεται εὔδηλα καὶ φανερά. ∆ελεάζεται τοίνυν τοῦ πλάνου τοῖς λόγοις ἡ γυνή· ἄρχεται τὴν ἐπαγγελίαν τοῦ ὄφεως ἐν τοῖς στέρνοις ἐγγράφειν, καὶ κατὰ τοῦ πλάστου ἐπαίρει πτέρναν. Εἶτα πρόσεισι τῷ ἀνδρὶ τοιαῦτα ἀπαγγέλλουσα τὰ πικρότερα χολῆς ῥήματα, καί φησι· Τί ὅτι ἡμῖν ἐνετείλατο ὁ Θεὸς τοῦ μὴ φαγεῖν τοῦ ξύλου τούτου; Ἧ δ' ἂν ἡμέρᾳ φαγώμεθα, διανοιχθήσονται ἡμῶν οἱ ὀφθαλμοὶ, καὶ ἐσόμεθα γινώσκοντες καλὸν καὶ πονηρόν. Ὢ συμβουλίας κακίστης! ὢ λόγων πικροτέρων χολῆς! Οὐχ ἑώρακε τοῖς ὀφθαλμοῖς αὐτῆς τὸ φῶς τῆς ἀληθείας· οὐχ ὑπήκουσε τοῖς ὠσὶν αὐτῆς τῆς ζωῆς τὴν ἀκρόασιν· οὐκ ἐγεύσατο τῷ στόματι τὴν γλυκύτητα τοῦ φιλανθρώπου· οὐκ ἐψηλάφησε ταῖς χερσὶν αὐτῆς τοῦ φωτὸς τὴν πύλην. Πρὸ τῆς συναφείας ξένον τὸν ἄνδρα τοῦ Θεοῦ ἐποίησε· πρὸ τῆς ἐνοικήσεως πένητα τὸν βασιλέα καθίστησι· πρὸ τῆς τεκνογονίας τοῖς τέκνοις τὴν κατάραν ἐτεκτήνατο· πρὸ τοῦ τεκεῖν υἱοὺς καὶ θυγατέρας ἐξορίαν τοῖς ἐγγόνοις ἐπεισήγαγε· πρὸ τῆς συμβιώσεως 56.532 τοῦ ἀνδρὸς, ξένον αὐτὸν τοῦ παραδείσου ἐποίησεν. Ὢ τῆς κακίας! ὢ τῆς ἀφροσύνης! ὢ τῆς ἀπάτης! Πείθει τὸν ἄνδρα τοῖς λόγοις αὐτῆς, καὶ λαβοῦσα ἀπὸ τοῦ καρποῦ, φέρει πρὸς τὸν ἀπατηθέντα, καὶ κατάγει εἰς ᾅδου πυθμένα τὸν ὑψηλὸν τοῖς θηρίοις καὶ πετεινοῖς φαινόμενον· καταβάλλει τὴν φρένα τὴν παντὸς τοῦ ὑπὸ τὸν οὐρανὸν ἀκεραιοτέραν σβεννύει τὸ φῶς τῶν ὀφθαλμῶν τῶν καθ' ἑκάστην Θεὸν καθορώντων· ἐμβάλλει δειλίαν ταῖς φρεσὶ τοῦ συνεχῶς Θεῷ ἐντυγχάνοντος· παραλύει τὰς χεῖρας τὰς εὐλογησάσας τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ θηρία τῆς γῆς, καὶ τούτοις τὰς ἐπωνυμίας ἐπιθησάσας. Γίνεται ὁ βασιλεὺς πένης, ὁ πλούσιος προσδεὴς, ὁ φιλικῇ συντυχίᾳ τῷ Θεῷ διαλεγόμενος ὡς κλέπτης ὑπὸ δένδρον κρυπτόμενος· ὁ ἄρχων οἰκέτης, ὁ καθαρὸς τῇ καρδίᾳ ῥερυπωμένος ὅλως, ὁ τῇ ψυχῇ ὑπέρλαμπρος, σκοτεινὸς καθεστώς. Καὶ ἦν ἰδεῖν τὸν ὡς ἥλιον