1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

7

τρόπος ἀνάξιος. Τοῦτο οὖν φησι νῦν, ὅτι δι' ὑμᾶς τοῦτο ἠνειχόμην, οὐκ αὐτὸς τούτων ἐδεόμην. Πατεῖν μου τὴν αὐλὴν οὐ προσθήσετε. Ἢ τὴν αἰχμαλωσίαν προλέγει, ἢ ἀπαγορεύει καὶ τοῦτο αὐτοῖς, ἐπειδὴ οὐ μετ' ὀρθῆς εἰσῄεσαν γνώμης. Ἐὰν φέρητέ μοι σεμίδαλιν, μάταιον. Τῶν γὰρ ἐπιταγμάτων τὰ μὲν δι' ἑαυτά, τὰ δὲ δι' ἕτερα γίνεσθαι ἐκελεύετο· οἷον τὸ τὸν Θεὸν εἰδέναι, τὸ μὴ φονεύειν, μὴ μοιχεύειν, καὶ ὅσα τοιαῦτα, διὰ τὴν ἐξ αὐτῆς ὠφέλειαν ἐνομοθετεῖτο· τὸ μέντοι θῦσαι, καὶ θυμίαμα προσενεγκεῖν, καὶ τηρῆσαι σάββατον, καὶ ὅσα τοιαῦτα πάλιν, οὐχ ἵνα αὐτὰ ταῦτα γίνηται ἁπλῶς, ἀλλ' ἵνα ἐκ τῆς τούτων μελέτης τῆς τῶν δαιμόνων ἀπάγωνται θεραπείας. Ἐπεὶ οὖν οὗτοι ταῦτα μὲν ἐπετέλουν, τὸ δὲ ἐξ αὐτῶν οὐκ ἐκαρποῦντο κέρδος, ἀλλ' ἔτι τοῖς δαίμοσιν ἦσαν προσηλωμένοι, εἰκότως καὶ ταῦτα ἐκβάλλεται· ἐπεὶ καὶ δένδρον εἰκότως τις ἐκτέμνοι, φύλλα μὲν ἔχον καὶ κλάδους, καρπῶν δὲ ἔρημον ὄν. Καὶ γὰρ τῷ γηπόνῳ πᾶσα περὶ τὸ φυτὸν ἡ ἐπιμέλεια, οὐ διὰ τὸν φλοιὸν καὶ τὸ στέλεχος, ἀλλ' ἵνα τῶν καρπῶν ἀπολαύῃ. Θυμίαμα βδέλυγμά μοί ἐστιν. Ὁρᾷς ὅτι οὐ τῇ φύσει τῶν προσφερομένων ἔχαιρεν, ἀλλὰ τὴν γνώμην τῶν προσαγόντων ἐξήταζε; ∆ιὰ δὴ τοῦτο τὸν μὲν καπνὸν καὶ τὴν κνίσσαν τὴν ἀπὸ τῆς θυσίας τοῦ Νῶε ὀσμὴν εὐωδίας ἐκάλεσε, τὸ δὲ θυμίαμα βδέλυγμα. Ὅπερ γὰρ ἔφην, οὐ τὴν οὐσίαν τῶν δώρων, ἀλλὰ τὴν διάθεσιν τῶν προσφερόντων ἐπιζητεῖ. Τὰς νεομηνίας ὑμῶν, καὶ τὰ σάββατα. Παρατηρητέον ὡς οὐδὲν τῶν ἀναγκαίων ἐκβάλλει, ἀλλὰ ταῦτα ἃ καὶ παραγενόμενος ὁ Χριστὸς κατέλυσεν. ∆ιὸ καὶ ὁ Παῦλος εὐτονώτερον τῷ λόγῳ κεχρημένος, ἡνίκα πρὸς Ἰουδαίους ἐμάχετο, οὐ ταῦτα μόνον, ἀλλὰ καὶ ἕτερα πλείονα τούτων θείς, τοὺς οὐδὲν οἴκοθεν ἐπιδεικνυμένους οὐδὲν ἐκεῖθεν κερδαίνειν ἔφησεν, οὕτω λέγων· Εἰ δὲ σὺ Ἰουδαῖος ἐπονομάζῃ καὶ ἐπαναπαύῃ τῷ νόμῳ καὶ καυχᾶσαι ἐν Θεῷ καὶ γινώσκεις τὸ θέλημα καὶ δοκιμάζεις τὰ διαφέροντα, κατηχούμενος ἐκ τοῦ νόμου. Καὶ πάλιν· Περιτομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονε. Καὶ οὐδὲ ἀπὸ τοῦ πιστευθῆναι αὐτοὺς τὸν νόμον ἔφησέ τι τοὺς πιστευθέντας καρπώσασθαι, ἐπειδὴ ἠπίστησαν· ὅπερ οὖν καὶ ὁ ∆αυῒδ ἑτέρως αἰνιττόμενος ἔλεγε· Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου; Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω τῇ ἀκροάσει τοῦ νόμου μέγα ἐφρόνουν, τῆς πράξεως ὄντες ἔρημοι, καὶ ὁ Παῦλος αὐτοὺς ἐξέβαλε τοῦ καυχήματος εἰπών· Ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; καὶ ὁ κηρύσσων μὴ κλέπτειν, κλέπτεις; Καὶ ὁ ∆αυῒδ ὁμοίως λέγων· Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθης. Καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι. Τὴν πεντηκοστὴν λέγει, τὴν σκηνοπηγίαν, τὸ πάσχα καὶ τὰς λοιπὰς ἑορτάς. Νηστείαν καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου. Ἀνθρωπινώτερον πρὸς αὐτοὺς διαλέγεται. Ἐγενήθητέ μοι εἰς πλησμονήν· εἰς κόρον, εἰς μῖσος. Τοῦτο γὰρ αὐτοῦ δείκνυσι τὴν ἄφατον μακροθυμίαν καὶ τὸ πολλάκις ἁμαρτόντας ἐνεγκεῖν καὶ μὴ πρότερον ἐπεξελθεῖν, ἕως αὐτὸν αὐτοὶ οἱ πεπλημμεληκότες τῇ ὑπερβολῇ τῆς πονηρίας ἐξεκαλέσαντο. Οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. Οὐκέτι μακροθυμήσω. Ταὐτόν ἐστι τὸ ὑπὸ τοῦ ∆αυῒδ εἰρημένον· Ταῦτα ἐποίησας, καὶ ἐσίγησα. Ὅταν τὰς χεῖρας ὑμῶν ἐκτείνητε πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι. Ὅθεν δῆλον, ὅτι εὐχῆς ὄφελος οὐδέν, καὶ μακρᾶς γινομένης, ὅταν ἐπιμείνῃ τοῖς ἁμαρτήμασιν ὁ εὐχόμενος. Οὐδὲν γὰρ ἀρετῆς ἴσον καὶ τῆς ἀπὸ τῶν ἔργων φωνῆς. Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις· τουτέστι, φονικαί· ἀλλ' οὐκ εἶπε φονικαί, ἀλλά· πλήρεις αἵματος, δεικνὺς ὅτι μελέτην ἐποιοῦντο τὴν ἁμαρτίαν, καὶ πανταχοῦ μετ' ἐπιτάσεως.

1.6 Καὶ τοῦτο δὲ τῆς ἡμερότητος αὐτοῦ, τὸ ἀπειλοῦντα ἀπολογεῖσθαι. Τίθησι γὰρ τὰς αἰτίας, δι' ἃς οὐ προσίεται τὴν εὐχήν. Λούσασθε, καθαροὶ γίνεσθε. Πῶς, εἰπών· Οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν, συμβουλεύει καὶ δείξας ἀνίατα νοσοῦντας