7
Καὶ καθάπερ οἱ ἔμποροι περιπλέοντες τὸ πέλαγος, καὶ εἰς πόλεις ὁρμίζοντες, οὐ πρότερον ἀποβαίνουσι τοῦ λιμένος, οὐδὲ εἰς τὴν ἀγορὰν ἀναβαίνουσιν, ἕως ἂν πύθωνται, ὅτι κέρδος ἔχει τι τῶν ἐκεῖ ἀποτεθειμένων· οὕτω καὶ σὺ μηδὲν μήτε πράξῃς, μήτ' εἴπῃς, ἂν μὴ κέρδος ἔχῃ τὸ κατὰ Θεόν. Καὶ μή μοι λέγε ὅτι οὐ δυνατὸν διὰ τὸν Θεὸν πάντα ποιεῖν. Ὅταν γὰρ ὑπόδεσις, καὶ κουρὰ, καὶ ἱματίων στολὴ, καὶ βάδισις, καὶ ὄψις, καὶ ῥήματα, 48.961 καὶ συνέδρια, καὶ εἴσοδοι καὶ ἔξοδοι, καὶ σκώμματα καὶ ἔπαινοι, καὶ ψόγοι καὶ ἐγκώμια, καὶ φιλίαι καὶ ἔχθραι δύνωνται διὰ τὸν Θεὸν γίνεσθαι, τί ἔστι λοιπὸν ὃ μὴ δυνατὸν γενέσθαι διὰ τὸν Θεὸν, ἂν θέλωμεν; Τί δεσμοφύλακος χεῖρον; οὐ πάντων βίος ὁ πονηρότατος εἶναι δοκεῖ, Ἀλλ' ἔξεστι τῷ βουλομένῳ κἀκεῖθεν κερδᾶναι, ὅταν τῶν δεδεμένων φείδηται, ὅταν τοὺς ἀδίκως ἐμβεβλημένους θεραπεύῃ, ὅταν μὴ πραγματεύηται ἀπ' ἀλλοτρίας συμφορᾶς, ὅταν κοινὸς προκέηται λιμὴν τοῖς δεομένοις ἅπασι. Οὕτως ὁ δεσμοφύλαξ ἐκεῖνος ἐσώθη ὁ ἐπὶ Παύλου· ὅθεν δῆλον ὅτι πάντοθεν, ἂν θέλωμεν, δυνάμεθα πραγματεύεσθαι.
ςʹ. Τί φόνου χαλεπώτερον, εἰπέ μοι; Ἀλλ' ἠδυνήθη ποτὲ δικαιοσύνην τεκεῖν
τῷ ποιήσαντι τοῦτο τὸ τόλμημα· τοσοῦτόν ἐστι τὸ διὰ τὸν Θεόν τι ποιεῖν. Καὶ πῶς ἠδυνήθη δικαιοσύνην ἐργάσασθαι φόνος; Οἱ Μαδιηναῖοι ποτὲ βουλόμενοι τὸν Θεὸν ἐκπολεμῶσαι τοῖς Ἰουδαίοις, καὶ ταύτῃ προσδοκῶντες αὐτῶν περιέσεσθαι, εἰ τῆς εὐνοίας αὐτοὺς ἀποστερήσαιεν τοῦ ∆εσπότου, κόρας καλλωπίσαντες, καὶ τοῦ στρατοπέδου προστήσαντες, ἐδελέασαν αὐτοὺς, καὶ εἰς πορνείαν ἤγαγον, εἶτα ἐκεῖθεν εἰς ἀσέβειαν. Τοῦτο ἰδὼν Φινεὲς, μεταχειρισάμενος ξίφος, καὶ πορνεύοντας δύο καταλαβὼν, ἐν αὐτῇ τῇ ἁμαρτίᾳ ἀμφοτέρους ἐξεκέντησε, καὶ ἔστησε τοῦ Θεοῦ τὴν ὀργὴν ἀπὸ τῆς γνώμης. Καὶ τὸ μὲν γενόμενον φόνος ἦν, τὸ δὲ κατορθούμενον ἐξ ἐκείνου σωτηρία τῶν ἀπολλυμένων ἁπάντων, ὅθεν καὶ δικαιοσύνην ἤνεγκε τῷ ποιήσαντι. Καὶ οὐ μόνον οὐκ ἐμίανε τὰς χεῖρας, ἀλλὰ καὶ καθαρωτέρας εἰργάσατο ὁ φόνος ἐκεῖνος, καὶ μάλα εἰκότως· οὐ γὰρ τοὺς ἀναιρεθέντας μισῶν, ἀλλὰ τῶν λοιπῶν φειδόμενος τοῦτ' εἰργάσατο· ἀπέκτεινε δύο, καὶ ἔσωσε μυριάδας ἀπείρους. Καθάπερ γὰρ ἰατροὶ ποιοῦσι τὰ σεσηπότα τῶν μελῶν ἐκτέμνοντες, ὁλόκληρον σώζουσι τὸ σῶμα [καὶ ὑγιές]· οὕτω κἀκεῖνος ἐποίησε.
∆ιὰ τοῦτό φησιν ὁ ψαλμῳδός· Ἔστη Φινεὲς καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην εἰς γενεὰν καὶ γενεὰν, ἕως τοῦ αἰῶνος. Ἀθάνατος γοῦν ἡ μνήμη τοῦ κατορθώματος μένει. Πάλιν ἕτερος ηὔξατο, καὶ προσέκρουσε τῷ Θεῷ· τοσοῦτόν ἐστι τὸ μὴ ποιεῖν τι διὰ τὸν Θεόν· ὁ Φαρισαῖος λέγω. Ἀλλ' ὥσπερ Φινεὲς φόνον ποιήσας εὐ 48.962 δοκίμησεν, οὕτω καὶ οὗτος οὐ παρὰ τὴν εὐχὴν, ἀλλὰ παρὰ τὴν γνώμην, μεθ' ἧς ηὔξατο, κατέπεσε προσκρούσας. Οὕτως ὅταν μὴ διὰ τὸν Θεὸν γίνηταί τι, κἂν πνευματικὸν ᾖ τὸ γινόμενον, τὰ μέγιστα βλάψειεν· ὥσπερ οὖν ὅταν διὰ τὸν Θεὸν γίνηται, κἂν βιωτικὸν ᾖ τὸ γινόμενον, τὰ μέγιστα ὠφελεῖ τὸν μετὰ φιλοθέου γνώμης ποιοῦντα. Τί γὰρ φόνου χεῖρον καὶ χαλεπώτερον; ἀλλ' ὅμως δίκαιον εἰργάσατο τὸν τολμήσαντα. Ποίαν οὖν ἕξομεν ἀπολογίαν ἡμεῖς οἱ λέγοντες, ὅτι οὐ δυνατὸν πάντοθεν κερδαίνειν, καὶ πάντα διὰ τὸν Θεὸν ἐργάζεσθαι, ὅταν εὑρεθῇ τις καὶ ἀπὸ φόνου κερδάνας; Ἂν ἐθέλωμεν προσέχειν, διὰ παντὸς τοῦ βίου τὴν πνευματικὴν ταύτην ἐμπορευσόμεθα πραγματείαν, κἂν πρίασθαί τι, κἂν ἀποδόσθαι δέῃ· οἷον ὅταν μὴ πλέον τῆς νενομισμένης ἀπαιτῶμεν τιμῆς, ὅταν μὴ τοὺς καιροὺς τῆς στενοχωρίας παρατηρῶμεν, καὶ τότε τοῖς δεομένοις μεταδιδῶμεν· Ὁ γὰρ τιμιουλκῶν σῖτον δημοκατάρατος. φησί. Καὶ τί χρὴ καθ' ἕκαστον λέγειν, δέον δι' ἑνὸς ὑποδείγματος τὸ πᾶν συλλαβεῖν; Καθάπερ γὰρ οἱ οἰκοδόμοι, ἐπειδὰν μέλλωσι τοῖχον ἐγείρειν, σπαρτίον τείναντες ἀπὸ γωνίας εἰς γωνίαν, οὕτως ὑφαίνουσι τὴν οἰκοδομὴν, ὥστε μὴ ἀνώμαλον αὐτῆς γενέσθαι τὴν ἐπιφάνειαν· οὕτω