1

 2

 3

 4

 5

 6

 7

 8

7

ἐκδέχομαι. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι, ὁ λαλῶν σοι. Ὢ μεγάλων καὶπαραδόξων θαυμάτων· ὃ πολλοῖς τῶν ἀποστόλων οὐκ ἀπεκάλυψε, τοῦτο τῇ πόρνῃ φανερῶς ἀποκαλύπτει.

δʹ. Ἐπὶ τοῦ Κλεώπα ἑαυτὸν τοῖς ἀποστόλοις οὐκ ἀπ εκάλυψεν· ἀλλ' ὅτε

διήνοιξεν αὐτῶν τοὺς ὀφθαλμοὺς, τότε ἄφαντος ἐγένετο ἀπ' αὐτῶν, ὡς καὶ τοὺς μαθητὰς εἰπεῖν, ὅτι Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, ὡς διήνοιγεν ἡμῖν τὰς Γρα φάς; Ἐκείνοις ἑαυτὸν οὐκ ἀπεκάλυψε, καὶ τῇ γυναικὶ λέγει· Ἐγώ εἰμι, ὁ λαλῶν σοι. Ὃ ἐποίησε Παύλῳ μόνῳ, τῷ ἕως τρίτου οὐρανοῦ ἀνελθόντι, τῷ ἁρπαγέντι εἰς τὸν παράδεισον, καὶ ἄῤῥητα ῥήματα ἀκούσαντι, τῷ τὴν οἰκουμένην σαγηνεύσαντι, τοῦτο προλαβὼν καὶ τῇ Σα μαρείτιδι πεποίηκεν. Παύλῳ σαφῶς ἀπεκάλυψεν ἐξ οὐρανοῦ λέγων· Σαῦλε, Σαῦλε, τί με διώκεις; Σκλη ρόν σοι πρὸς κέντρα λακτίζειν. Ὁ δὲ Σαῦλος ἀπ εκρίθη λέγων· Τίς εἶ, Κύριε; Ὁ δὲ ἀπεκρίθη· Ἐγώ εἰμι Ἰησοῦς Χριστὸς, ὃν σὺ διώκεις. Τοῦτο δὲ νῦν τῇ Σαμαρείτιδι λέγει· Ἐγώ εἰμι, ὁ λαλῶν σοι. Ἐπὶ τούτοις ἔρχονται οἱ μαθηταὶ, καὶ εὑρίσκουσιν αὐτὸν ὁμιλοῦντα τῇ γυναικί· Καὶ ἐθαύμασαν, ὅτι μετὰ γυναικὸς ἐλάλει. Ὁ παρὰ τῶν ἀγγέλων προσκυνούμε νος, μετὰ πόρνης διελέγετο· ὁ μετὰ τοῦ Πατρὸς συμβα σιλεύων βασιλείαν τὴν ἀτελεύτητον, μόνος πρὸς μόνην τὴν γυναῖκα ὡμίλει. Ἀλλ' ἐκείνη τὴν ὑδρίαν ἀφεῖσα, εἰσῆλθεν εἰς τὴν πόλιν. Ἀφῆκε τὴν ὑδρίαν, ἐπειδὴ ἐν επλήσθη τῶν ζώντων ὑδάτων, καὶ εἰσελθοῦσα πρὸς τοὺς πολίτας, ἐβόα· ∆εῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάν τα, ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός; ∆εῦτε, ἴδετε ἄνθρωπον. Οὐκ εἶπε, ∆εῦτε, βλέπετε Θεὸν ἐν ἀν θρώποις, ἵνα μὴ τοῖς ἀνθρώποις δόξῃ παραφρονεῖν, ἵνα μὴ εἴπωσιν ἄνθρωποι, Αὕτη μαίνεται. Πότε γὰρ εἶδέ τις Θεὸν περιπατοῦντα; πότε τις εἶδε Θεὸν μετ' ἀνθρώπων συν αναστρεφόμενον; ∆εῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα, ὅσα ἐποίησα. ∆ιεγείρει αὐτοὺς πρὸς ἐπιθυμίαν ἐξελθεῖν, καὶ θηρευθῆναι· ὡς ἐσαγηνεύθη, σαγηνεύει· ἀπὸ Ἰουδαίου εἰς Κύριον προέκοπτεν αὐτὴ, ἀπὸ ἀνθρώπου εἰς Θεὸν χειραγωγεῖ. Ὢ πόρνης ἀποστολικῆς· ἡ πόρνη γέγονε τῶν ἀποστόλων δυνατωτέρα. Οἱ γὰρ ἀπόστολοι μετὰ τὸ πληρωθῆναι πᾶσαν τὴν οἰκονομίαν, τότε τῶν ἀποστολικῶν ἤρξαντο κηρυγμάτων· ἡ δὲ πόρνη καὶ πρὸ τοῦ Πάθους καὶ τῆς οἰκονομίας καὶ τῆς ἀναστάσεως τὸν Χριστὸν εὐαγγελίζεται.

∆εῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα, ὅσα ἐποίησα. Στηλιτεύω τὰ ἐμὰ ἁμαρτή 59.542 ματα, ἵνα ὑμᾶς χειραγωγήσω· ἵνα ὑμεῖς ἴδητε Θεὸν πρὸς ἀνθρώπους παραγενόμενον, ἐκπομπεύω μου τὰ κακά· καὶ προσκυνείσθω Χριστὸς ὁ τοὺς ἁμαρτωλοὺς μὴ βδελυτ τόμενος. ∆εῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα, ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός; Βλέπε σο φίαν γυναικὸς, βλέπε πόρνης εὐγνωμοσύνην. Ἓν ἁμάρ τημα εἶπεν αὐτῇ ὁ Χριστὸς μόνον τὸ τῆς πορνείας, κἀ κείνη ἀφεῖσα τὴν ὑδρίαν, ἔδραμεν εἰς τὴν πόλιν, λέγουσα· ∆εῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα, ὅσα ἐποίη σα. Κηρύττει τὸν εἰδότα τὰ πάντα, κηρύττει τῶν ἀπο στόλων ἰσχυρότερα. Οὐκ εἶδεν αὐτὸν ἐκ τῶν νεκρῶν ἐγειρόμενον, οὐκ εἶδε τετραήμερον Λάζαρον ἐκ τοῦ τάφου ἀνακαλούμενον, οὐκ εἶδε θάνατον κλειόμενον, οὐκ εἶδε θάλασσαν τῷ ῥήματι χαλινουμένην, οὐκ εἶδε τὸν πλά σαντα τὸν Ἀδὰμ, ἐπὶ τοῦ τυφλοῦ τὸ ἐλλεῖπον τῆς δημιουρ γίας πηλῷ προσαναπληροῦντα, καὶ τὸν ἐν παραδείσῳ κεραμέα διὰ τὸν λόγον ἀνακηρύττουσα ἦν. ∆εῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι ἅπαντα ὅσα ἐποίησα. Ἐκ δὲ τῆς πόλεως ἐκείνης τῶν Σαμαρειτῶν πολλοὶ ἐπί στευσαν εἰς αὐτὸν διὰ τὸν λόγον τῆς γυναικὸς μαρ τυρούσης, ὅτι Εἶπέ μοι πάντα, ὅσα ἐποίησα. Μιμη σώμεθα τὴν γυναῖκα ταύτην τὴν Σαμαρεῖτιν καὶ ἡμεῖς, καὶ ἐπὶ τοῖς οἰκείοις ἁμαρτήμασι μὴ αἰσχυνώμεθα, ἀλλὰ φοβώμεθα τὸν Θεόν. Νῦν δὲ τὸ ἐναντίον ὁρῶ γινόμενον· τὸν μὲν γὰρ μέλλοντα κρίνειν ἡμᾶς οὐ δεδοίκαμεν, τοὺς δὲ